Ancient Greek
Page 159
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 159
Not analysed yet
ἴσην προσενεχθῆναι θυσίαν νενομοθέτηκε, διδάσκων ἡλίκον τῆς ἱερωσύνης τὸ γέρας· ἀντίρροπον γὰρ αὐτὸ παντὸς τέθεικε τοῦ λαοῦ. τὸν δὲ ἄρχοντα παραβάντα τινὰ νόμον, οὐ μόσχον ἀλλὰ χίμαρον, τουτέστιν ἔριφον ἐνιαυσιαῖον προσενεγκεῖν διηγόρευσε. τοσοῦτον ἀποδεῖ τῆς ἀρχιερατικῆς ἀξίας ὁ τὴν σωματικὴν πεπιστευμένος ἀρχήν, τὸν δὲ μήτε ἱερέα ὄντα, μήτε ἄρχοντα, ἡμαρτηκότα δὲ χίμαιραν θῦσαι προσέταξε. πρόσφορον γὰρ τῷ μὲν ἄρχοντι τὸ ἄρρεν, τῷ δὲ ἀρχομένῳ τὸ θῆλυ, ὡς ἐν τοῖς πρόσθεν εἰρήκαμεν. τὸν δέ γε ἢ ἀκαθάρτου τινὸς τῶν ἀπειρημένων ἁψάμενον, ἤ τινος ὀμωμοκότος ἀκούσαντα καὶ τὸν παραβεβηκότα τὸν ὅρκον μὴ διελέγξαντα ἢ αὐτὸν ὑποσχόμενον τὶ πράξειν, ἢ τῷ Θεῷ τι προσοίσειν καὶ ὅρκῳ τὴν ὑπόσχεσιν βεβαιώσαντα, τὸ δὲ ἔργον μὴ ἐπιθέντα τῷ λόγῳ· πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν κελεύει, ἔπειτα προσενεγκεῖν ἢ ἀμνάδα, ἢ χίμαιραν καὶ τούτῳ τῷ τρόπῳ τὸν Θεὸν ἱλεώσασθαι. εἰ δὲ πένης ᾖ, ἢ δύο τρυγόνας κελεύει προσενεγκεῖν, ἢ δύο νεοττοὺς περιστερῶν. εἰ δὲ μηδὲ τούτων εὐποροίη, μικρὰν σεμίδαλιν ἐλαίου δίχα καὶ λιβανωτοῦ προσκομίσαι. τὸ γὰρ ἔλαιον ἱλαρότητος δηλωτικόν· ὁ δὲ λιβανωτὸς εὐωδίας· ἀμφοτέρων δὲ ἡ ἁμαρτία γεγύμνωται. μάλα δὲ ἁρμοδίως τὸ ἅψασθαι ἀκαθάρτου καὶ τὸ κρύψαι τοῦ ὀμωμοκότος καὶ ψευσαμένου τὴν ἁμαρτίαν συνέζευξεν. καὶ γὰρ ὁ καθαρὸς ἁπτόμενος ἀκαθάρτων μολύνεται· καὶ ὁ μὴ ὀμόσας ψευσαμένῳ κοινωνεῖ τῆς ἁμαρτίας μὴ διελέγχων τὸ ψεῦδος· ἄξιον δὲ θαυμάσαι τοῦ δεσπότου τὴν ἀγαθότητα, ὅτι τὸν ἐπαγγειλάμενόν τι προσενεγκεῖν καὶ ὅρκῳ τὴν ἐπαγγελίαν κυρώσαντα, τῷ ἔργῳ δὲ μὴ πληρώσαντα, οὔτε ὡς ἀχάριστον, οὔτε ὡς ἐπίορκον τιμωρεῖται, ἀλλὰ μικρᾷ θεραπεύει ζημίᾳ.