Ancient Greek
Page 158
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 158
Not analysed yet
γος ὑμῶν ἔστω πάντοτε ἅλατι ἠρτυμένος». καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἔφη· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται»; ἀσινῆ δὲ καὶ ἄμωμα προσφέρειν ἅπαντα κελεύει τὰ θύματα καίτοι διάφορα ὄντα καὶ κατὰ διαφόρους προσφερόμενα τρόπους. διδάσκει δὲ διὰ τούτων τοὺς ἐν ἑκάστῃ πολιτείᾳ τὸ ἄμωμον ἔχειν. καὶ τοὺς παρθενίαν ἀσπαζομένους κατὰ τοὺς ταύτης πολιτεύεσθαι νόμους· τοὺς τοῦ γάμου τὸν ζυγὸν αἱρουμένους, τῇ πρὸς ἀλλήλους κοινωνίᾳ μὴ διαφθεῖραι τούτου τὴν ζεύγλην· τοὺς τὴν ἀσκητικὴν βιοτὴν προτιμῶντας, τὸν τῆς τελειότητος διαφυλάττειν κανόνα. καὶ συλλήβδην εἰπεῖν, τοὺς ἐν πλούτῳ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν δουλείᾳ, τοὺς ἐν δυναστείᾳ, ἐν τοῖς οἰκείοις τάγμασι τὸ ἀλώβητον ἔχειν καὶ ἄμωμον. τῶν δὲ θυομένων, πλὴν τῶν ὁλοκαυτωμάτων, τὰ μὲν τῷ βωμῷ προσεφέρετο, τὰ δὲ τοῖς ἱερεῦσιν ἐδίδοτο· διὸ συμμερίζεσθαι αὐτοὺς τῷ θυσιαστηρίῳ ὁ θεῖος εἶπεν ἀπόστολος. τὰ δὲ λοιπὰ τῶν κρεῶν τῇ τῶν προσφερόντων ἀπενέμετο χρείᾳ. τοῖς μέντοι ὁλοκαυτώμασιν ἐπετίθετο τὰ μερικῶς προσφερόμενα, οἷον οἱ νεφροὶ καὶ ἡ πιμελὴ καὶ ὁ τοῦ ἥπατος λοβός· ἐξ ἐνίων δὲ ἱερείων καὶ ἡ ὀσφύς, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς «ἡ κέρκος». ἐπειδὴ τοῖς ἐν ἀρετῇ τελείοις οἱ ἀτελεῖς χρώμεθα πρεσβευταῖς καὶ δι' ἐκείνων τὰς ἡμετέρας προσφέρομεν προσευχάς. ἐπετίθει δὲ ὁ προσφέρων τῷ ἱερείῳ τὰς χεῖρας, οἱονεὶ τὰς ἑαυτοῦ πράξεις· τῶν γὰρ πράξεων αἱ χεῖρες δηλωτικαί· ὑπὲρ δὲ τούτων τὸ θῦμα προσέφερεν. αἵματος δὲ καὶ στέατος ἀπέχεσθαι κελεύει, καὶ ἀμφότερα τῷ θυσιαστηρίῳ διαγορεύει προσφέρεσθαι. τὸ μὲν γὰρ ζωῆς αἴτιον· τὸ δὲ ἀρετῆς δηλωτικόν· ἀμφότερα δὲ ἀνατιθέναι τῷ Θεῷ δικαιότατον. τὸν δὲ ἀρχιερέα νόμον τινὰ παραβεβηκότα, μόσχον ἄμωμον ἱερεύειν κελεύει· καὶ τῷ μὲν θυσιαστηρίῳ προσφέρειν ἃ προειρήκαμεν· τὰ δὲ κρέα καὶ τὸ δέρμα σὺν τῇ κόπρῳ, ἔξω τῆς παρεμβολῆς κατακαίειν. τοῦτο δὲ δηλοῖ τὸ τὴν ἁμαρτίαν ἀλλοτρίαν εἶναι τῶν ἱερῶν περιβόλων. καὶ παντὸς δὲ τοῦ λαοῦ τοιαύτην τινὰ παρανομίαν τετολμηκότος, τὴν