Ancient Greek
Page 163
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 163
Not analysed yet
καὶ πῦρ εἰσήνεγκαν χειροποίητον, τὸ θεῖον αὐτοὺς κατηνάλωσε πῦρ. ἡμεῖς δὲ παιδευόμεθα διὰ τούτων, μὴ σβεννύναι τὸ πνεῦμα, ἀλλ' ἀναζωπυρεῖν ἣν ἐλάβομεν χάριν· καὶ μηδὲν ἀλλότριον ἐπεισάγειν τῇ θείᾳ γραφῇ, ἀλλ' ἀρκεῖσθαι τῇ διδασκαλίᾳ τοῦ πνεύματος, καὶ μυσάττεσθαι τὰς αἱρέσεις, ὧν οἱ μὲν μύθους τοῖς θείοις λογίοις προσέθεσαν· οἱ δὲ τοὺς δυσσεβεῖς αὐτῶν λογισμοὺς τῆς γραφικῆς προετίμησαν διανοίας. X Διὰ τί τοὺς ἱερέας οἴνου κωλύει μεταλαμβάνειν; Οὐ παντάπασιν ἀπηγόρευσε τοῦτο, ἀλλὰ κατὰ τὸν τῆς λειτουργίας καιρόν· κατὰ γὰρ διαδοχὰς ἐλειτούργουν, οἱ μὲν ἐν ταύταις ταῖς ἡμέραις, οἱ δὲ ἐν ἄλλαις. «νηφάλαιον» δὲ καὶ ὁ ἀπόστολος τὸν ἱερέα εἶναι κελεύει, καὶ τοὺς διακόνους «μὴ οἴνῳ πολλῷ προσέχοντας». καὶ τῷ Τιμοθέῳ γράφων, οἴνῳ ὀλίγῳ κεχρῆσθαι προσέταξε διὰ τὰς συχνὰς ἀσθενείας. τέλειον γὰρ εἶναι τὸν ἱερέα προσήκει, ὡς τὴν ὑπὲρ τοῦ λαοῦ πρεσβείαν πεπιστευμένον. αὐτίκα γοῦν Μωϋσῆς ὁ νομοθέτης, θεασάμενος τὸν περὶ τῆς ἁμαρτίας προσενεχθέντα χίμαρον ὁλοκαυτωθέντα παρὰ τὸν θεῖον νόμον, ὠργίσθη τῷ τε Ἐλεαζὰρ καὶ τῷ Ἰθαμὰρ λέγων· «διὰ τί οὐκ ἐφάγετε τὰ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ, ὅτι ἅγια ἁγίων ἐστίν; τοῦτο ἔδωκεν ὑμῖν Κύριος φαγεῖν, ἵν' ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου»; διδασκόμεθα δὲ πάλιν ἐντεῦθεν, ὡς τὰ παρὰ τοῦ λαοῦ προσφερόμενα ἐσθίοντες, καὶ μὴ ἐννόμως ζῶντες, μηδὲ σπουδαίως τὰς ὑπὲρ τούτων προσφέροντες προσευχάς, δίκας ὑπέχομεν τῷ Θεῷ. τοῦτο αἰνιττόμενος ὁ δεσπότης Θεός, διὰ τοῦ προφήτου ἔφη· «ἁμαρτίας λαοῦ μου φάγονται».