Ancient Greek
Page 164
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 164
Not analysed yet
XI Τί σημαίνει τὸ διχηλοῦν καὶ μηρυκώμενον; Τὸ μὲν διχηλοῦν οἶμαι δηλοῦν τὴν τῶν ἀγαθῶν πράξεων καὶ τὴν τῶν ἐναντίων διάκρισιν· πρὸς δὲ τούτῳ, τὸ μὴ μόνον τῷ παρόντι βίῳ ζῇν, ἀλλὰ καὶ τῷ μέλλοντι· καὶ τούτῳ μὲν ἀπονέμειν τὰ ἀναγκαῖα, ἐκείνῳ δὲ πάντα, τουτέστι καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα. τὸ δὲ μηρυκώμενον τὴν τῶν θείων λογίων σημαίνει μελέτην. ὥσπερ γὰρ τὸ πρόβατον, καὶ τὰ τούτῳ προσόμοια διηνεκῶς ἀναπεμπάζεται τὴν τροφήν, οὕτως ὁ ἐμμελὴς καὶ φιλόθεος πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν· «ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν». καθάπερ δὲ τῶν ζῴων τὰ μὲν διχηλεῖ καὶ τὴν τροφὴν ἀναπεμπάζεται, τὰ δὲ οὐδέτερον αὐτῶν ποιεῖ, ὡς ὄνος καὶ ἡμίονος καὶ ἵππος καὶ τὰ θηρία· ἀλλὰ δὲ διχηλεῖ μὲν οὐκ ἀναπεμπάζεται δὲ τὴν τροφὴν ὥσπερ ὗς· ἕτερα δὲ μηρυκᾶται μὲν οὐ διχηλεῖ δέ, ὡς κάμηλος καὶ λαγωός· οὕτως ἔστι καὶ παρὰ τοῖς ἀνθρώποις εὑρεῖν, τοὺς μὲν τελείους, καὶ τῶν θείων λογίων τὴν μελέτην ἀσπαζομένους, καὶ τὴν ἀρετὴν ἐπιμελῶς μετιόντας· τοὺς δὲ ἀτελεῖς, τὰ μὲν θεῖα λόγια διὰ τῆς γλώττης προσφέροντας, διχηλεῖν δὲ οὐκ ἀνεχομένους, καὶ τῇ καμήλῳ προσεοικότας· τινὰς δὲ τῶν τῆς εὐσεβείας οὐδέπω γεγευμένους, τὰ μὲν θεῖα λόγια μὴ προσιεμένους, ἔργων δὲ ἀξιεπαίνων φροντίζοντας· ἄλλους δὲ καὶ πίστεως ἐρήμους καὶ πράξεως ἀγαθῆς παντελῶς γεγυμνωμένους. τῶν δὲ ἐνύδρων καθαρὰ εἶναι λέγει τὰ λεπίδας ἔχοντα καὶ πτερύγια· ταῦτα γὰρ ἄνω τοῖς ὕδασιν ἐπινήχεται. τὰ γὰρ οὐ τοιαῦτα κάτω περὶ τὴν ἰλὺν καλινδεῖται. καθαροὶ τοίνυν κἀν τοῖς λογικοῖς, οἱ μὴ τοῖς γηΐνοις προστετηκότες, ἀλλὰ τὰ πτερὰ τῆς πίστεως ἔχοντες,