Ancient Greek
Page 165
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 165
Not analysed yet
καὶ τῇ τῆς ἀρετῆς πεφραγμένοι σκέπῃ. ὅπερ γάρ ἐστιν ἡ λεπὶς τοῖς ἰχθύσι, τοῦτο τοῖς ἀνθρώποις ἡ τῆς ἀρετῆς πανοπλία· καὶ ὅπερ ἐκείνοις τὰ πτερύγια, τοῦτο τοῖς ἀνθρώποις ἡ πίστις. ταῦτα δὲ ἡμῖν ὁ μακάριος περιτίθησι Παῦλος, τὰ πτερὰ λέγων τῆς χάριτος καὶ τὰ ὅπλα τοῦ πνεύματος, τῶν δὲ πτηνῶν ἀκάθαρτα εἶναι, φησί, τὰ ἁρπακτικὰ καὶ νεκροβόρα, καὶ τὰ τῷ σκότει χαίροντα· διδάσκων ἡμᾶς καὶ πλεονεξίας ἀπέχεσθαι, καὶ τὴν δυσώδη τῆς ἁμαρτίας τροφὴν ἀποστρέφεσθαι, καὶ τὸ σκότος μισεῖν. ὅτι δὲ οὐκ ἀπὸ τρόπου ταῦθ' οὕτως ἔχειν νενοήκαμεν, μαρτυρεῖ τῶν πράξεων ἡ ἱστορία· «εἶδε, γάρ φησιν, ὁ μακάριος Πέτρος σινδόνα τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐν ᾗ ἦν πάντα τὰ τετράποδα τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἤκουσε φωνῆς λεγούσης· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε». εἶτα εἰρηκότος ἐκείνου, «μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον», ἔφη ὁ δεσπότης Θεός· «ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου». ὅτι δὲ τοῦ Κορνηλίου χάριν ταῦτα ἐρρήθη, ἐθνικοῦ γε ὄντος καὶ σωτηρίας ἐφιεμένου, δηλοῖ τὰ ἑξῆς. καὶ ὁ Κύριος δὲ τοῖς ἀποστόλοις ἔφη· «πολλοὶ ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες». καὶ τοῖς ἰουδαίοις· «γεννήματα ἐχιδνῶν». καὶ ὁ ἀπόστολος· «βλέπετε τοὺς κύνας». καὶ τοῖς ἐφεσίων πρεσβυτέροις· «οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται λύκοι βαρεῖς εἰς ὑμᾶς». καὶ οἱ προφῆται, τοὺς μὲν «ἵππους θηλυμανεῖς» ὀνομάζουσι, τοὺς «ὄφεις καὶ ἔκγονα ἀσπίδων πετομένων». καὶ πάλιν ὁ Κύριος·