Ancient Greek
Page 167
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 167
Not analysed yet
XIII Διὰ τί ἂν μὲν δίχα ὕδατος σπέρματι ἐμπέσοι τὸ θνησιμαῖον οὐ μιαίνει, ἂν δὲ μετὰ ὕδατος ἀκάθαρτον ἀποφαίνει; Ἐπειδὴ ἡ ὑγρότης τοῦ ἰχῶρος μεταλαβεῖν παρασκευάζει τὸ σπέρμα. διαφερόντως δὲ τὰ ἐπὶ τῆς κοιλίας ἰλυσπώμενα ἀκάθαρτα εἶναί φησιν· ἀρχέκακος γὰρ ὁ ὄφις καὶ τῆς διαβολικῆς ἐπιβουλῆς ὑπουργός. XIV Διὰ τί τὴν τεκοῦσαν ἄρρεν τεσσαράκοντα ἡμέρας ἀκάθαρτον εἶναί φησι, τὴν δὲ θῆλυ δὶς τοσαύτας; Δεῖ τοῦ νόμου τὸν σκοπὸν ἐξετάζειν. πολλάκις γὰρ ἕτερα δι' ἑτέρων διδάσκει, καὶ τοῦτο ῥᾴδιον ἐντεῦθεν καταμαθεῖν. εἰ γὰρ ἡ τεκοῦσα ἀκάθαρτος καὶ ἡ ἐγκύμων ἀκάθαρτος, οἶμαι τοίνυν τὸν νόμον διαναπαύεσθαι κελεύειν αὐτὴν ὡς σφόδρα πεπονηκυῖαν, καὶ τῶν πικρῶν ὠδίνων ἀνασχομένην. ἀλλ' εἰ τοῦτο ἁπλῶς οὕτως διηγόρευσεν, οὐκ ἂν ἐκράτησαν τῆς ἐπιθυμίας οἱ ἄνδρες· ἀκάθαρτον δὲ αὐτὴν διδασκόμενοι, φεύγουσι τὴν κοινωνίαν, ἵνα μὴ τῆς ἀκαθαρσίας μετάσχωσιν. οὐκοῦν ὁ νόμος τῷ τῆς ἀκαθαρσίας λόγῳ τὴν ὄρεξιν σβέννυσι. τὴν δὲ διαφορὰν τῶν ἡμερῶν τινὲς οὕτως ἡρμήνευσαν, ὅτι πλείονα πόνον ὑπομένουσιν αἱ γυναῖκες γεννῶσαι τὰ θήλεα· διὸ διπλάσιον αὐταῖς εἰς ἀνάπαυλαν ἀπένειμε χρόνον. XV Τί βούλεται ὁ περὶ τῆς λέπρας νόμος; Διὰ τῶν σωματικῶν παθημάτων τῆς ψυχῆς ἐπιδείκνυσι τὰ νοσήματα· καὶ διὰ τῶν ἀκουσίων τῶν ἑκουσίων κατηγορεῖ. εἰ γὰρ τὰ φυσικὰ δοκεῖ πως εἶναι ἀκάθαρτα, πολλῷ μᾶλλον τὰ γνωμικά. λέγει δὲ καὶ λέπρας διαφοράν· ἐπειδὴ καὶ ἁμαρτημάτων ἐστὶ διαφορά· καὶ ἀρχὴ λέπρας,