Ancient Greek
Page 168
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 168
Not analysed yet
ἐπειδὴ καὶ ἀρχὴ ἁμαρτίας. ἀλλ' ὥσπερ τὴν λέπραν ὁ ἱερεὺς διακρίνει, οὕτως χρὴ καὶ τῶν τῆς ψυχῆς ἁμαρτημάτων αὐτὸν εἶναι κριτήν. λεπρὸν δὲ καλεῖται τὸ ποικίλον τοῦ χρώματος· οὕτω κακία προσγενομένη ψυχῇ, λέπραν αὐτὴν ἀπεργάζεται. XVI Διὰ τί τὸν ὅλον λεπρὸν γενόμενον καθαρὸν ὀνομάζει; Φιλανθρωπίας καὶ οὗτος ὁ νόμος μεστός. ὥσπερ γὰρ ἐπὶ τοῦ θνησιμαίου διηγόρευσεν, εἰ μὲν εἰς ἀγγεῖον ἐμπέσοι, ἀκάθαρτον εἶναι· εἰ δὲ εἰς πηγὴν ἢ λάκκον, οὐκέτι· οὕτω τὸν ποικίλον δεξάμενον χρῶμα τῶν ἄλλων ἀποκρίνει, ὡς ἐλπίδα καθάρσεως ἔχοντα· τὸν δὲ ὁλόλευκον γενόμενον, ἀναμίγνυσθαι κελεύει τοῖς ἄλλοις, ἵνα μὴ παρὰ πάντα τὸν βίον τῶν ἄλλων ἀνθρώπων κεχωρισμένος διάγῃ. καὶ τοῦτο δὲ τῶν πνευματικῶν ἐστι τύπος. τοῖς μὲν γὰρ πιστοῖς ἁμαρτάνουσιν οὐδὲ συνεσθίειν ὁ θεῖος κελεύει νόμος. τοῖς δέ γε ἀπίστοις εἰς ἑστίασιν καλοῦσιν οὐ κωλύει συνεστιᾶσθαι. λέγει δὲ οὕτως ὁ θεῖος ἀπόστολος· «ἐάν τις κάλῃ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες», καὶ τὰ ἑξῆς. περὶ δὲ τῶν ἁμαρτανόντων πιστῶν οὕτως ἔφη· «ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν». καὶ πάλιν· «στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος». οὗτος τοίνυν ἔοικε τῷ ἐκ μέρους λεπρῷ, ὁ δὲ ἄπιστος τῷ πᾶσαν τὴν φυσικὴν ἀπολέσαντι χροιάν. ἀλλὰ τούτοις καὶ προσδιαλεγόμεθα καὶ συναναστρεφόμεθα· ἐκείνοις δὲ οὐκέτι. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος· «ἔγραψα γὰρ ὑμῖν,