Ancient Greek
Page 169
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 169
Not analysed yet
φησί, μὴ συναναμίγνυσθαι πόρνοις»· καὶ «οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις ἀλλ' ἐάν τις ἀδελφὸς ὀνομαζόμενος» καὶ τὰ ἑξῆς. καθαρὸν μέντοι κέκληκε τὸν ὅλον γεγενημένον λευκόν, οὐχ ὡς ὑγιὲς ἔχοντα τὸ σῶμα ἀλλ' ὡς μηκέτι τοὺς πελάζοντας κατὰ τὸν νόμον μολύνοντα. XVII Διὰ τί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν καὶ τὰ ἱμάτια παραλελυμένα; Ἵνα γνώριμος ᾖ καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πελάζοντες. οὕτως ὁ ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη· «στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβετε παρ' ἡμῶν». καὶ «ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ μέθυσος ἢ λοίδορος ἢ ἅρπαξ τῷ τοιούτῳ μηδὲ συνεσθίειν». XVIII Πῶς ἐν τοῖς ἱματίοις λέπρα ἐγίνετο; Πολλὰς ὁ Θεὸς αὐτοῖς παιδείας τοιαύτας ἐπήγαγεν· αὐτίκα γοῦν καὶ περὶ λεπρῶν οἴκων οὕτως ἔφη· «ὡς ἂν εἰσέλθητε εἰς τὴν γῆν τῶν χαναναίων ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ δώσω ἁφὴν λέπρας ἐν ταῖς οἰκίαις τῆς γῆς τῆς ἐγκτήτου ὑμῶν», καὶ τὰ ἑξῆς. διδάσκει δὲ διὰ τούτων, ὅτι θεή-