Ancient Greek
Page 17
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 17
Not analysed yet
λέλοιπεν, οὕτως ἐκεῖνο τὸ φῶς διελὼν ὡς ἠθέλησεν, τοὺς φωστῆρας τοὺς μεγάλους καὶ τοὺς μικροὺς κατεσκεύασεν. XV Τί ἐστι τὸ «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺς καὶ εἰς ἡμέρας»; Ὁ ἥλιος ἀνίσχων μὲν καὶ δυόμενος τὰς ἡμέρας ποιεῖ· εἰς δὲ τὰ νότια καὶ τὰ βόρεια μέρη διατρέχων, τὸν ἐνιαύσιον κύκλον ἀποτελεῖ. οὗτος καὶ τὰς τροπὰς ἐργάζεται, ἃς καιροὺς ὠνόμασεν ἡ θεία γραφή· ἀπὸ γὰρ τοῦ ἰσημερινοῦ τόπου πρὸς τὰ βόρεια μεταβαίνων τὸ ἔαρ ποιεῖ· εἶτα ἐκεῖθεν ἐπανιὼν μέχρι τούτων τῶν ὅρων, τὴν θερινὴν κατασκευάζει τροπήν· προϊόντος δὲ αὐτοῦ ἐντεῦθεν ἐπὶ τὰ νότια, τὸ μετόπωρον γίνεται· ἐπανιὼν δὲ αὖθις, τὸν χειμῶνα ποιεῖ. ἐκ δὲ τοῦ δρόμου τῆς σελήνης τὸν τῶν μηνῶν μανθάνομεν ἀριθμόν· διὰ τριάκοντα γὰρ ἡμέρων, ἓξ ὡρῶν δεουσῶν, τὸν οἰκεῖον δρόμον πληροῖ· οὗ δὴ χάριν τὸν τῶν τοσούτων ἡμερῶν ἀριθμὸν μῆνα προσαγορεύομεν. ἐπειδὴ καὶ τὴν σελήνην ὀνομάζουσι μήνην. τὸ δὲ «εἰς σημεῖα», οὐ κατὰ τοὺς ἀνοήτους νοοῦμεν ἡμεῖς· τὴν γὰρ τῆς γενεθλιαλογίας ματαιολογίαν, οὐδὲ Πυθαγόρας, οὐδὲ Σωκράτης, οὐδὲ Πλάτων, οὐδὲ οἱ στωϊκοὶ προσεδέξαντο. εἰ δὲ οἱ τοῖς μύθοις ἐντεθραμμένοι τοῦδε τοῦ μύθου τὸ δυσσεβὲς ἐβδελύξαντο, τίς ἂν τοῖς θείοις πιστεύων λόγοις, τῶν οὐ δυσσεβῶν μόνον, ἀλλὰ καὶ λίαν ἀνοήτων ἀνάσχοιτο λόγων; «σημεῖα» τοίνυν ἡ θεία καλεῖ γραφὴ τὸ εἰδέναι σπόρου καιρόν, τοῦ φυτεῦσαι, τοῦ καθάραι, τοῦ ξύλα τεμεῖν εἰς ναυπηγίαν καὶ οἰκοδομίαν ἐπιτήδεια· ἐντεῦθεν καὶ οἱ ναυτιλίᾳ χρώμενοι μεμαθήκασι, πότε μὲν ἀπᾶραι, πότε δὲ καθορμίσαι προσήκει τὸ σκάφος· καὶ πότε μὲν πετάσαι