Ancient Greek
Page 18
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 18
Not analysed yet
δεῖ τὸ ἱστίον, πότε δὲ καθελεῖν· ἡ πεῖρα γὰρ αὐτοὺς ἐξεπαίδευσε τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δύσεις· πολλάκις δὲ καὶ ἡμεῖς κομήτην ἢ πωγωνίτην ἢ δοκίδην ἰδόντες, ἢ πολεμίων ἔγνωμεν προσβολὴν ἢ ἀκρίδος ἐμβολὴν ἢ κτηνῶν ἢ ἀνθρώπων φθοράν. ταῦτα τοίνυν «σημεῖα» ἐκάλεσεν, οὐκ ἐκεῖνα τὰ πάσης ἀνοίας καὶ δυσσεβείας μεστά. XVI Τί δή ποτε τὰ μὲν φυτὰ πρὸ τῶν φωστήρων ἐποίησε, τὰ δὲ ζῷα μετὰ τούτους; Ὀφθαλμοὺς ἔχει τὰ ζῷα, καὶ τοῦ φωτὸς τὴν ὑπερβολὴν οὐκ ἂν ἤνεγκε· τοῦτο δὲ διανεμηθὲν εἰς τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας σύμμετρον τῇ ὄψει τῶν ζῴων ἀφίησιν αἴγλην· τῶν δὲ φυτῶν ἡ φύσις αἰσθήσεως ἄμοιρος. XVII Τίνος χάριν τὰ μὲν φυτὰ οὐκ ηὐλόγησε, τοῖς δὲ ζῴοις ἔφη «αὐξάνεσθε» καὶ τὰ ἑξῆς; Τῶν λειμώνων καὶ τῶν ληΐων καὶ τῶν παντοδαπῶν βοτανῶν καί τε δένδρων εὐθὺς ἐθελήσας τὴν γῆν ἐπλήρωσεν ἅπασαν· τὰ δέ γε ἄλογα ζῷα ἀνὰ δύο παρήγαγεν· εἰκότως τοίνυν αὐτοῖς τὴν εὐλογίαν προσήνεγκεν, ἵνα διὰ τῆς πολυγονίας τὰ μὲν πελάγη καὶ λίμνας καὶ ποταμούς, τὰ δὲ τὸν ἀέρα, τὰ δὲ πληρώσῃ τὴν γῆν. XVIII Διὰ τί τὰ θηρία καὶ τὰ ἑρπετὰ πεποίηκεν ὁ Θεός;