Ancient Greek
Page 183
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 183
Not analysed yet
ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἀφορίσματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους». ἡ δὲ τῆς Πεντηκοστῆς ἑορτή, μνήμη τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσόδου. τότε γὰρ καὶ ἔσπειρον καὶ ἐθέριζον· ἐν γὰρ τῇ ἐρήμῳ τὸ μάννα ἤσθιον οὐρανόθεν φερόμενον. οὕτω διδάξας ὅπως χρὴ καὶ τοῦ Πάσχα καὶ τῆς Πεντηκοστῆς ἐπιτελέσαι τὴν ἑορτήν, διδάσκει καὶ τίνα χρὴ πρᾶξαι τῷ ἑβδόμῳ μηνί. καὶ τῇ μὲν νουμηνίᾳ, τῶν σαλπίγγων τὴν ἑορτὴν ἐπιτελέσαι κελεύει. ἀνεμίμνησκον δὲ αὗται τῶν ἐν τῷ Σινᾷ ὄρει γεγενημένων σαλπίγγων, ἥνικα τὸν νόμον ὁ τῶν ὅλων ἐδεδώκει Θεός· «φωνή, γάρ φησι, τῆς σάλπιγγος ἤχει μέγα». τῇ δεκάτῃ δὲ τοῦ μηνὸς νηστεῦσαι κελεύει. ταύτην γὰρ τὴν ἡμέραν, ἱλασμοῦ ἡμέραν καλεῖ. «ταπεινώσετε, γάρ φησι, τὰς ψυχὰς ὑμῶν, ἀπὸ ἐννάτης τοῦ μηνὸς ἑσπέρας. καὶ πᾶσα ψυχή, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς». ἀλλ' ἰουδαῖοι κατ' αὐτὴν τὴν ἡμέραν οὔτε σκυθρωπάζουσιν, ἀλλὰ γελῶσι καὶ παίζουσι καὶ χορεύουσι καὶ ἀκολάστοις ῥήμασι καὶ πράγμασι κέχρηνται, ἄντικρυς τῷ νόμῳ μαχόμενοι. τῇ δὲ πεντεκαιδεκάτῃ, τὴν ἑορτὴν τῶν Σκηνῶν ἑορτάσαι νομοθετεῖ, οὐ μέχρι τῆς ἑβδόμης, καθάπερ ἐπὶ τῶν ἄλλων ἑορτῶν, ἀλλὰ καὶ τὴν ὀγδόην ταῖς ἑπτὰ προσθεῖναι κελεύει· «καὶ ἡ ἡμέρα, γάρ φησιν, ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε». τὸ δὲ ἐξόδιον τὸ τέλος σημαίνει τῶν ἑορτῶν· ἡ δὲ τῶν Σκηνῶν ἑορτή, τῆς ἐν ἐρήμῳ διαγωγῆς ἀνε-