Ancient Greek
Page 184
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 184
Not analysed yet
μίμνησκεν. τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη· «ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου». τούτου χάριν κλάδοις δένδρων τὰς οἰκίας κοσμεῖν διηγόρευσε· συνηρίθμησε δὲ τοῖς ἄλλοις κλάδοις καὶ τὸν ἄγνον, ὡς σωφροσύνης δηλωτικόν, καὶ ἡδονῆς σβεστικόν. φασὶ γὰρ αὐτὸν καὶ ἐσθιόμενον καὶ ὑποστρωννύμενον σβεννύναι τὴν φλόγα τῶν ἡδονῶν. ἀλλὰ τούτοις οὐκ ἰατρικῶς χρήσασθαι τοῖς τοῦ ἄγνου προσέταξε κλάδοις, ἀλλὰ διὰ τοῦ ὀνόματος ἐνιεὶς τῆς σωφροσύνης τὴν μνήμην. XXXIII Πῶς νοητέον τό· «ὃς ἂν καταράσηται Θεόν, ἁμαρτίαν λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου θανάτῳ θανατούσθω»; Ἥλω τις βλασφημήσας τὸν τῶν ὅλων Θεόν, οὐδέπω δὲ περὶ βλασφημίας ἐγέγραπτο νόμος· τούτου χάριν ὁ νομοθέτης, τοῦτον μὲν φυλαχθῆναι προσέταξεν. ἤρετο δὲ τῇ ὑστεραίᾳ Μωϋσῆς τὸν δεσπότην Θεὸν τί χρὴ παθεῖν τὸν ἀλάστορα. ὁ δὲ τὸν μὲν καταλευσθῆναι προσέταξε, τῶν ἀκηκοότων τῆς βλασφημίας πρώτων ἀφιέντων τοὺς λίθους. ἔθηκε δὲ τὸν περὶ τῆς βλασφημίας νόμον. καὶ θεὸν μὲν ὁμωνύμως ἐκάλεσε τὸν ψευδώνυμον· τὸν δὲ τούτῳ λοιδορούμενον ἁμαρτάνειν μὲν ἔφη, κολάσεως δὲ οὐκ ἔκρινεν ἄξιον. ἁμαρτάνει μὲν οὐχ ὁ εὐσεβὴς τὸν ψευδώνυμον βλασφημῶν θεόν, ἀλλ' ὁ ἐκείνῳ πιστεύων μέν, λοιδορούμενος δέ· βλασφημεῖ γὰρ ὃ σέβει. ἁμαρτίαν τοίνυν τὴν τοιαύτην ἐκάλεσε βλασφημίαν, οὐ διὰ τὴν τοῦ βλασφημουμένου ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ βλασφημοῦντος ὑπόληψιν· οὐ γὰρ ὡς ψευδώνυμον, ἀλλ' ὡς ἀληθῆ Θεὸν βλασφημεῖ. τὸν μέντοι τὸν ἀληθινὸν βλασφημοῦντα Θεὸν λίθοις ἀναιρεῖσθαι προσέταξε. μάλα δὲ εἰκότως τοῖς περὶ τῆς βλασφημίας νόμοις καὶ τὸν περὶ τοῦ φόνου συνῆ-