Ancient Greek
Page 185
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 185
Not analysed yet
ψεν· ἐπειδὴ καὶ ὁ βλασφημῶν ἀνελεῖν μὴ δυνάμενος, τῇ γλώττῃ βάλλει τὸν ποιητήν. XXXIV Διὰ τί «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐκκόπτεσθαι, καὶ ὀδόντα ἀντὶ ὀδόντος», καὶ ὅσα τοιαῦτα προσέταξεν; Οὐχ ἵνα πάσχωσι ταῦτα νενομοθέτηκεν, ἀλλ' ἵνα μὴ πράττωσι. τοῦ γὰρ πάθους τὸ δέος τὴν πρᾶξιν ἐκώλυσεν. XXXV Διὰ τί τῷ ἑβδόμῳ ἔτει σπεῖραι τὴν γῆν ἀπαγορεύει; Τὸ ἄπληστον αὐτῶν κολάζει τῷ νόμῳ. ἐπειδὴ γὰρ τοῦ πλείονος ἐφιέμενοι διηνεκῶς ἔσπειρον, μὴ διαναπαυομένη δὲ ἡ γῆ ἐξιτήλους ἔφερε τοὺς καρπούς, τῷ ἑβδόμῳ ἔτει ἄσπαρτον ἐᾶσαι τὴν γῆν διηγόρευσε· τὰ δὲ αὐτομάτως φυόμενα τρυγᾶν ἢ θερίζειν ἐκώλυσε, φιλανθρωπίαν ἐκπαιδεύων αὐτούς. ἐκέλευσε γὰρ σὺν αὐτοῖς καὶ χήρας καὶ ὀρφανοὺς καὶ προσηλύτους ἐξ αὐτῶν μεταλαβεῖν τῶν καρπῶν. πρὸς δὲ τούτοις καὶ ἕτερον πραγματεύεται· καὶ γὰρ ἄφεσις ὀφλημάτων κατὰ τόδε τὸ ἔτος ἐγίνετο, καὶ τῶν δουλευόντων ἑβραίων ἐλευθερία. διά τοι τοῦτο καὶ τὸν ἰοβηλαῖον ἀργεῖν ἐνομοθέτησεν· ἐλευθερίαν δὲ καὶ ἄφεσιν σημαίνει τὸ ὄνομα. ἰοβηλαῖον δὲ τὸ πεντηκοστὸν προσαγορεύουσιν ἔτος· «ἑπτά, γάρ φησιν, ἑβδομάδας ἐτῶν ἀριθμήσεις, καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῇ δεκάτῃ τοῦ μηνὸς τῇ ἡμέρᾳ τοῦ ἐξιλασμοῦ»· ἐν ᾗ φησίν, ἡμέρᾳ ἱλεοῦμαι ὑμῖν, καὶ τὰ πεπλημμελημένα ὑμῖν ἀφίημι.