Ancient Greek
Page 188
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 188
Not analysed yet
αὐτῶν ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν προγόνων εὐσέβειαν. τοῦτο γὰρ ἔφη· «καὶ μνησθήσομαι τῆς διαθήκης Ἰακὼβ καὶ τῆς διαθήκης Ἰσαὰκ καὶ τῆς διαθήκης Ἀβραὰμ καὶ μνησθήσομαι αὐτῶν τῆς διαθήκης τῆς προτέρας, ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἐναντίον πάντων τῶν ἐθνῶν, τοῦ εἶναι αὐτῶν Θεός· ἐγώ εἰμι Κύριος». ἐδίδαξε δὲ διὰ τούτων τὰς τῆς φιλανθρωπίας αἰτίας. διὰ γὰρ τὰς πρὸς πατέρας αὐτῶν ἐπαγγελίας, φησί, τῆς τούτων ἀνέχομαι παρανομίας· καὶ ἐπειδὴ ἔγνω πάντα τὰ ἔθνη διὰ τῶν παραδόξων θαυμάτων. ὅτι διαφερόντως τούτων ἐπιμελοῦμαι, καὶ λαὸς ἐμὸς χρηματίζουσι. τοῦ μέντοι Ἰακὼβ ἐμνημόνευσε πρώτου, ἐπειδὴ τούτων ἁπάντων μόνος ἦν πρόγονος. ὁ γὰρ Ἰσαὰκ καὶ τῶν ἰδουμαίων, ὁ δὲ Ἀβραὰμ καὶ τῶν ἰσραηλιτῶν καὶ τῶν ἀπὸ Χεττούρας· κάτωθεν τοίνυν ἀρξάμενος, κατὰ τάξιν ἐπὶ τὸν Ἀβραὰμ ἀνελήλυθε, πρὸς ὃν ἐξ ἀρχῆς ἐπεποίητο τὰς συνθήκας. XXXVIII Τί ἐστιν, «ὃς ἂν εὔξηται εὐχὴν ὥστε δοῦναι τιμὴν τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ»; Εὐχὴν καλεῖ τὴν ὑπόσχεσιν, ὃ πολλοὶ τάγμα προσαγορεύουσι· τοῦτον δὲ τὸν νόμον ἔστι καὶ νῦν παρ' ἐνίοις βαρβάροις εὑρεῖν φυλαττόμενον. οἱ γὰρ πιστοὶ τῶν νομάδων, λέγω δὲ τοὺς ἀπογόνους τοῦ Ἰσμαὴλ, ἀντιταλαντεύουσι τοῖς εὐθυγενέσι βρέφεσιν ἄργυρον καὶ τοῦτον προσκομίζουσι τῷ Θεῷ. περὶ τούτου νενομοθέτηκεν ὁ Θεός· καὶ γινώσκων ὡς Θεός, ὅτι τῶν ὑπισχνουμένων τινὲς δώσειν ὑπὲρ ἑαυτῶν τιμὴν τῷ Θεῷ, παραβήσονται τὴν ὑπόσχεσιν σμικρύνοντες τὴν τιμήν, ἐκέλευσε πεντήκοντα εἶναι δίδραχμα τοῦ ἄρρενος τὴν τιμήν, τῆς δὲ θηλείας τριάκοντα καὶ τῶν