Ancient Greek
Page 189
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 189
Not analysed yet
ἀκμαζόντων καὶ τῶν γεγηρακότων ὑπεξῃρημένων. τὴν γὰρ μέσην περιώρισεν ἡλικίαν ἀπὸ εἰκοσαετοῦς εἰρηκὼς ἕως ἑξηκονταετοῦς· τοῖς γὰρ τούτων νεωτέροις, καὶ πρεσβυτέροις, ἄλλην ὥρισε τιμήν. τοὺς δὲ πένητας ὑπὸ τὴν τῶν ἱερέων καταλέλοιπε κρίσιν· ἵν' ἐκεῖνοι πρὸς τὰς δυνάμεις ὁρίζωσι τὰς τιμάς· τὰ δὲ ἀφιερούμενα ἄλογα ἐναλλάττεσθαι παρὰ τῶν προσφερόντων ἀπαγορεύει· καὶ ὥστε μὴ τοῦτο δρᾶν τὴν τῆς ζημίας αὐτοῖς ἐπιτίθησιν ἀνάγκην· «ἐάν, γάρ φησιν, ἀλλάσσων ἀλλάξῃ αὐτό, ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα αὐτοῦ ἅγιον». τῶν μέντοι ἀκαθάρτων κτηνῶν ὁρίσαι τὴν τιμὴν τὸν ἱερέα ἐκέλευσε. τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἀγροῦ γενέσθαι ἐκέλευσεν. ὥρισε δὲ καὶ τὴν τοῦ διδράχμου ποσότητα· εἴκοσι γὰρ ἐκέλευσεν ἕλκειν ὀβολούς· τὸ δὲ δίδραχμον τινὲς τῶν ἑρμηνευτῶν «στατῆρα» ἐκάλεσαν. τὰ μέντοι ἀνατιθέμενα τῷ Θεῷ προσέταξε μὴ λυτροῦσθαι.