Ancient Greek
Page 193
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 193
Not analysed yet
V Τίνος ἕνεκεν προσέταξεν ὁ Θεὸς ἀριθμηθῆναι τοῦ λαοῦ τὰ πρωτότοκα; Ἐπειδὴ πᾶσαν τοῦ Λευῒ τὴν φυλὴν ταῖς θείαις ἀφιέρωσε λειτουργίαις, καὶ τοῦ πολεμεῖν ἠλευθέρωσεν, εἰκὸς δὲ ἦν δυσχεραίνειν τῶν ἄλλων τινάς, ὡς τούτων προτιμηθέντων· πείθει τοὺς δυσχεραίνοντας ὁ δεσπότης Θεός, ὡς οὐδὲν προσέταξεν ἄδικον. ἡνίκα γάρ, φησίν, ὑμῶν χάριν ἀνῃρέθη τὰ τῶν αἰγυπτίων πρωτότοκα, τὰ ὑμέτερα διεσώθη πρωτότοκα. ἀντὶ τούτων τοίνυν τὴν λευϊτικὴν φυλὴν ταῖς ἐμαῖς ἀπεκλήρωσα λειτουργίαις· καὶ ἀντὶ τῶν πρωτοτόκων τῶν ὑμετέρων κτηνῶν, τῶν λευϊτῶν τὰ πρωτότοκα. ἐπειδὴ δὲ πλείους ὤφθησαν τῶν λευϊτῶν τῶν ἄλλων φυλῶν οἱ πρωτότοκοι, προσέταξεν ἕκαστον τῶν μετὰ τὸν ἴσον ἀριθμὸν πέντε δοῦναι σίκλους τοῖς ἱερεῦσιν· εἴκοσι ὀβολοὺς ὁρίσας ἔχειν τὸν σίκλον, καὶ τὸν τοιοῦτον ἀριθμὸν ἅγιον ὀνομάσας, ὡς τοῖς θείοις ἀφωρισμένον, καὶ οὐ παρὰ πᾶσι πολιτευόμενον. ἀλλαχοῦ μέντοι δίδραχμον ὀνομάζει τοὺς εἴκοσι ὀβολούς· τοῦτο τὸ δίδραχμον καὶ ὁ Κύριος ὡς πρωτότοκος ἀπῃτήθη. VI Τί δήποτε τισὶ μὲν τῶν ἱερῶν σκευῶν ὑακίνθινα προσέταξεν ἐπιβληθῆναι καλύμματα, τισὶ δὲ πορφυρᾶ; Τῶν τιμιωτέρων ὑακίνθινα μόνα τὰ καλύμματα ἦν. αἰνίττεται δὲ ἡ χρόα τὸν οὐρανόν· τούτου χάριν τὰ μὲν ἐντὸς τοῦ σκεπάσματος, τούτοις τοῖς ἐπιβλήμασιν καλυφθῆναι προσέταξε, τὰ δὲ ἐκτὸς καὶ πορφυροῖς καὶ τοιούτοις. ὁ μὲν γὰρ οὐρανὸς τιμωρίας οὐκ ἔχει· ἡ δὲ γῆ διὰ τὰς τῶν νόμων παραβάσεις δέχεται καὶ κολάσεις. τῆς δὲ βασιλείας ἡ πορφύρα δηλωτική. θεία δὲ καὶ ἄναρχος καὶ ἀνώλεθρος ἡ τοῦ Θεοῦ βασιλεία. τούτου χάριν τὰ ἔξω τῆς σκηνῆς καὶ πορφυροῖς καὶ ὑακινθίνοις ἐπιβλήμασιν ἐκαλύπτετο. προμηθούμενος δὲ τοῦ δήμου τοῦ Καάθ, προσέταξε πρότερον τοὺς ἱερέας