Ancient Greek
Page 194
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 194
Not analysed yet
εἴσω τῶν ἀδύτων γενομένους, καλύπτειν τὴν κιβωτὸν καὶ τὰ ἄλλα σκεύη τοῖς προειρημένοις καλύμμασιν· εἶθ' οὕτω τοῦ Καὰθ τὸν δῆμον ταῦτα μετακομίζειν, ἵνα μὴ τὰ ἄψαυστα καὶ ἀθέατα θεασάμενοι, ἐκ τῆς παραδόξου θέας ὑπομείνωσιν ὄλεθρον. VII Τίνα καλεῖ «ἀκάθαρτον ἐπὶ ψυχῇ»; Τὸν τοῦ τεθνηκότος ἁψάμενον, ἢ ὀστέοις νεκροῦ πελάσαντα. VIII Καὶ τί δήποτε καὶ τούτους καὶ τοὺς λεπροὺς καὶ τοὺς γονορρυεῖς, ἔξω τῆς παρεμβολῆς διάγειν ἐκέλευσεν; Ἀπὸ τῶν σμικρῶν τὰ μεγάλα παιδεύων. εἰ γὰρ ὁ ἁπτόμενος νεκροῦ ἀκάθαρτος, πολλῷ μᾶλλον ὁ νεκρὸν εἰργασάμενος διὰ μιαιφονίας. καὶ εἰ ὁ λεπρὸς ἀκάθαρτος, πολλῷ μᾶλλον ὁ τὰ ποικίλα τῆς κακίας ἐργαζόμενος εἴδη. οὕτω διὰ τοῦ γονορρυοῦς ἡ μοιχεία κατηγορεῖται. εἰ γὰρ τὸ ἀκούσιον μυσαρόν, πολλῷ δήπουθεν τὸ κατὰ γνώμην τολμώμενον. IX Τί ἐστιν «ἀνὴρ ἢ γυνὴ εἴ τις ποιήσει ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων»; Τὰ σμικρότερα τῶν ἁμαρτημάτων ἀνθρώπινα κέκληκεν· ἐπειδὴ τρεπτὴν οὖσαν τῶν ἀνθρώπων τὴν φύσιν πάντων ἀπηλλάχθαι τῶν ἁμαρτημάτων οὐχ οἷόν τε. «οὐδείς, γάρ φησι, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ». τούτου χάριν καὶ ὁ θεῖος βοᾷ Δαβίδ· «μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου