Ancient Greek
Page 195
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 195
Not analysed yet
πᾶς ζῶν». μόνος γὰρ ὁ δεσπότης Χριστός, καὶ ὡς ἄνθρωπος τὸ ἄμωμον ἔχει. καὶ τοῦτο προορῶν ὁ προφήτης Ἠσαΐας ἐβόα· «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». τούτου χάριν καὶ τὰς ἄλλων ἁμαρτίας ἀνέλαβεν, οἰκείας οὐκ ἔχων. οὗτος γάρ φησι· «τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται». καὶ ὁ μέγας Ἰωάννης· «ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». διὰ τοῦτο καὶ ἐν νεκροῖς ἐλεύθερος, ὡς ἀδίκως ὑπομείνας τὸν θάνατον. διδάσκει τοίνυν ὁ θεῖος νόμος πῶς θεραπευτέον τοὺς τὰ μέτρια πλημμελήσαντας. κελεύει γὰρ τὸν ἔν τισι συμβολαίοις ἠδικηκότα, πρῶτον ἐξαγορεῦσαι τὴν ἁμαρτίαν, εἶτα τῷ ἠδικημένῳ τὸ ληφθὲν ἀποδοῦναι προστεθεικότα τῷ κεφαλαίῳ τὸ πέμπτον. εἰ δὲ συμβαίη τὸν ἠδικημένον πρὸ τῆς τοῦ ἠδικηκότος μεταμελείας καταλῦσαι τὸν βίον, ἐκτῖσαι ταῦτα τῷ ἀγχιστεύοντι. ἀγχιστεύοντα δὲ καλεῖ τὸν τῷ γένει προσήκοντα. ἡ δὲ τάξις τοῦ γένους αὕτη· πρῶτος υἱός, εἶτα θυγάτηρ, εἶτα ὁ τοῦ πατρὸς ἀδελφός, ἔπειτα ὁ τοῦ πάππου, εἰ δὲ τούτων μηδεὶς εἴη, ὁ πλησιέστερος συγγενής, εἰ δὲ μὴ εὑρίσκοιτο συγγενής, τῷ Θεῷ τὰ προρρηθέντα προσενεγκεῖν διηγόρευσε. τοῦτο γὰρ εἶπεν· «ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα τὸ πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον τῷ Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι' οὗ ἐξιλάσεται περὶ αὐτοῦ ἐν αὐτῷ». προσέταξε δὲ καὶ τὰς προσφερομένας ἀπαρχὰς τοὺς ἱερέας ἐσθίειν. ἀπαρχαὶ γὰρ ἦσαν τοῦ μὲν λαοῦ οἱ λευῗται, τῶν δὲ λευϊτῶν οἱ ἱερεῖς. ὡς ἀπαρχαὶ τοίνυν τὰς ἀπαρχὰς ἐκομίζοντο.