Ancient Greek
Page 197
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 197
Not analysed yet
κελεύει, διδάσκων ὅτι γυμνὰ πάντα καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ, καὶ οὐδὲν αὐτὸν λέληθε τῶν παρ' ἡμῶν γιγνομένων. ὅτι δὲ ταῦτα δεδιττόμενος αὐτὴν γενέσθαι κεκέλευκε, τὰ ἑξῆς δηλοῖ. «καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῷος ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ σὺ μεμίανσαι, ἢ ἔδωκέ τις τὴν κοίτην ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου. δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην». ἐκέλευσε δὲ καὶ τὴν γυναῖκα συντίθεσθαι τῇ ἀρᾷ, καὶ λεγέιν· «γένοιτο, γένοιτο», καὶ γραφῆναι δὲ τὴν ἀρὰν προσέταξε, καὶ ἐξαλειφθῆναι ὕδατι, καὶ πιεῖν τὴν γυναῖκα τὸ ὕδωρ· πρότερον δὲ τὴν θυσίαν προσενεχθῆναι, τουτέστι τὸ κρίθινον ἄλευρον. εἶτα διδάσκει, ὡς ἀθῷος μὲν οὖσα ὑγιὴς φυλαχθήσεται· ἔνοχος δὲ οὖσα, καὶ κρύπτουσα, τῇ πείρᾳ μαθήσεται τῆς ἀρᾶς τὴν ἰσχὺν καὶ τῆς κοιλίας διαρρηγνυμένης, καὶ τοῦ μηροῦ διαπίπτοντος. δι' ὧν γὰρ ἡ ἁμαρτία, διὰ τούτων ἡ τιμωρία. τὸ δὲ ἐνόρκιον οὕτω νοητέον· ὅτ' ἄν τις δεινὰ καὶ ἀνήκεστα πάθῃ, εἰώθασί τινες ὀμνύντες λέγειν· μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. XI Τί ἐστιν, «ὃς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν τῷ Κυρίῳ»; Πολλὰ τῆς ἐπαγγελίας εἴδη. οἱ μὲν γὰρ θυσίας ἐπηγγέλλοντο, οἱ δὲ χρή-