Ancient Greek
Page 198
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 198
Not analysed yet
ματα, οἱ δὲ ἑαυτούς· οἱ δὲ ῥητῶν ἡμερῶν ἀριθμὸν μὴ πιεῖν οἶνον, μὴ κείρασθαι τὴν κεφαλήν. τοιοῦτοι ἦσαν, περὶ ὧν ὁ θεῖος εἶπεν Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ· «εἰσί τινες εὐχὴν ἔχοντες ἐφ' ἑαυτοῖς· τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ' αὐτούς»· τουτέστι, τὰς ὑπὲρ αὐτῶν προσφερομένας κατὰ νόμον θυσίας οὐ πάρασχε, ἵνα λύσῃς τὴν ὑποψίαν. περὶ τούτων ἐνταῦθα ὁ νόμος διαγορεύει, καὶ κελεύει, τοὺς ταύτην ὑπισχνουμένους τὴν ἐπαγγελίαν καὶ ὄξους ἀπέχεσθαι, καὶ σταφυλῆς καὶ στεμφύλων, πάσας τῆς εὐχῆς τὰς ἡμέρας· εὐχὴν δὲ καλεῖ τὴν ὑπόσχεσιν· καὶ τὴν κεφαλὴν μὴ κείρασθαι, ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο τῷ Κυρίῳ. ἅγιον δὲ καλεῖ τὸν τρέφοντα κόμην, ὡς τῷ Θεῷ τὴν κόμην ἀφιερώσαντα. τοῦτο γὰρ εἶπεν· «ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς, πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ τῷ Κυρίῳ», ἀντὶ τοῦ, ἃς ἀφιέρωσας τῷ Θεῷ, μὴ κείρῃς ἕως ἂν δῷς τῇ ὑποσχέσει τὸ πέρας. κελεύει δὲ αὐτὸν μὴ πατρὶ τετελευτηκότι πελάζειν, μὴ ἀδελφῷ, μὴ ἑτέρῳ τινί. κἂν γὰρ ἐξαπίνης, φησί, τελευτήσαντός τινος παρεῖναι τοῦτον συμβῇ, ἀνάγκη πᾶσαν ἀφελεῖν τὴν τρίχα· καὶ οὐ τῇ πρώτῃ μόνον ἡμέρᾳ ἀλλὰ καὶ τῇ ἑβδόμῃ· ἵνα καὶ αἱ διαφυγοῦσαι τὸν ξυρὸν τρίχες, ἐν ταῖς ἑπτὰ αὐξηθεῖσαι ἡμέραις περιαιρεθῶσιν· ἔπειτα τῇ ὀγδόῃ δύο τρυγόνας προσενεγκεῖν· τὴν μὲν περὶ ἁμαρτίας, τὴν δὲ εἰς ὁλοκαύτωσιν· καὶ ἀμνὸν ἕνα περὶ πλημμελείας. ἐντεῦθεν δὲ μανθάνομεν ἀκριβέστερον, ὡς περὶ πλημμελείας τὴν τῶν ἀκουσίων ἁμαρτημάτων καλεῖ· ἀκούσιον γὰρ καὶ τὸ τούτῳ συμβάν· ἐξαπίνης γάρ τινος τελευτήσαντος ὑπέμεινε μολυσμόν. ἄνωθεν δὲ αὐτὸν ἀριθμῆσαι κελεύει τὸν τῶν ἐπηγγελμένων ἡμέρων ἀριθμόν· «ἀλόγιστοι, γάρ φησιν, ἔσονται αὐτῶν αἱ πρότεραι ἡμέραι, ὅτι ἐμιάνθη ἡ κεφαλὴ τῆς εὐχῆς αὐτοῦ».