Ancient Greek
Page 200
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 200
Not analysed yet
ἐλεήσαι σε»· ἐλέου γὰρ μεστὴ ἡ κατὰ σάρκα τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν οἰκονομία. διὸ καὶ τὰς πρὸς Θεὸν ἡμῖν καταλλαγὰς ἐδωρήσατο· τοῦτο γὰρ ἡ ἑξῆς εὐλογία διδάσκει· «ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σοί, καὶ δώῃ σοι εἰρήνην». περὶ ταύτης τῆς εἰρήνης καὶ ὁ μακάριος ἔφη Παῦλος «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ». ταῦτα περὶ τῆς εὐλογίας διαλεχθεὶς ὁ προφήτης, καὶ διηγησάμενος ὅπως καὶ τὴν σκηνὴν ἔχρισε, καὶ τίνα οἱ φύλαρχοι προσεκόμισαν· ἐδίδαξεν ὅπως θείαν φωνὴν τοῖς ὠσὶν εἰσεδέξατο ἐκ τοῦ ἱλαστηρίου φερομένην· ὃ ἐπέκειτο μὲν τῇ κιβωτῷ, ταῖς δὲ τῶν χερουβὶμ συνεκαλύπτετο πτέρυξι. ταῦτα δὲ οὐ φιλοτιμούμενος γέγραφεν, ἀλλὰ διδάσκων ὡς ἐκεῖθεν τοῖς ἀρχιερεῦσιν ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσιοῦσι τὴν οἰκείαν ἐπιδείξει δόξαν ὁ δεσπότης Θεός, ὅπως ἦν ἰδεῖν οἷά τε τῶν ἀνθρώπων ἡ φύσις. XII Τί δήποτε τοὺς λευΐτας ἁγιασθῆναι κελεύσας, ἅπαν τὸ σῶμα τῶν τριχῶν γυμνωθῆναι προσέταξεν; Αἱ τρίχες, τῆς νεκρώσεως σύμβολον· νεκραὶ γὰρ αὗται καὶ ὀδύνης αἴσθησιν οὐ δεχόμεναι. τὴν ἀληθῆ τοίνυν ζωὴν ἔχειν κελεύει τοὺς τῷ Θεῷ λειτουργοῦντας, καὶ μηδὲν νεκρὸν ἔχειν, μηδὲ δυσῶδες. τοῦτο καὶ ὁ θεσπέσιος ἡμᾶς διδάσκει Παῦλος· «Χριστῷ, γάρ φησι, συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός». ταῖς γὰρ θείαις, φησί, ἐνεργείαις ἐμαυτὸν ἀφιέρωσα. XIII Διὰ τί μετὰ πέμπτον καὶ εἰκοστὸν ἔτος μέχρι τοῦ πεντηκοστοῦ λειτουργεῖν τοὺς λευΐτας κελεύει;