Ancient Greek
Page 199
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 199
Not analysed yet
ἐδίδαξε δὲ καὶ τίνας προσήκει θυσίας προσενεγκεῖν τὸν τοῦ ἁγνισμοῦ τὴν ἐπαγγελίαν πεπληρωκότα· ἀμνὸν μὲν εἰς ὁλοκαύτωσιν, ἀμνάδα δὲ ὑπὲρ ἁμαρτίας· θήλεα γὰρ τὰ ὑπὲρ ἁμαρτίας ἱερεῖα, ἐπειδὴ χαυνουμένου τοῦ λογικοῦ ἡ ἁμαρτία τολμᾶται. καὶ μέντοι καὶ κριὸν ἄμωμον εἰς σωτηρίαν, καὶ κανοῦν ἀζύμων προσενεγκεῖν διηγόρευσεν· εἶτα τῆς θυσίας ἐπιτελουμένης, τὰς τρίχας ἐπιθεῖναι τῇ θυσίᾳ τοῦ σωτηρίου. ὁ δὲ βραχίων ὁ ἑφθός, ὁ ἐπιτιθέμενος ταῖς τοῦ εὐξαμένου χερσί, καὶ παρὰ τοῦ ἱερέως λαμβανόμενος, δηλοῖ τελεσθεῖσαν τὴν ἐπηγγελμένην πρᾶξιν· πράξεως γὰρ γεγενημένης ὁ ἑφθὸς βραχίων δηλωτικός. ταῦτα δὲ οὐ μάτην νενομοθέτηκεν, ἀλλ' ἀκριβείας ἐπιμελεῖσθαι διδάσκων, καὶ μήτε ὡς ἔτυχεν ἐπαγγέλλεσθαι, καὶ ὑπισχνουμένους τὰ ἐπηγγελμένα πληροῦν. παιδεύει δὲ καὶ ἡμᾶς διὰ τούτων καὶ τὸν ἁγιασμὸν φυλάττειν ἀμόλυντον· ὁ γὰρ κηλίδα δεχόμενος τῆς ἄνωθεν δεῖται καθάρσεως καὶ τῆς διὰ μετανοίας τῶν μολυσμῶν ἀφαιρέσεως. τοῦτο γὰρ καὶ γαλάταις ἐπιστέλλων ὁ μακάριος ἔλεγε Παῦλος· «τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν». μετὰ ταῦτα διδάσκει πῶς εὐλογεῖν προσήκει τοὺς ἱερέας, καὶ ὡς τὸ θεῖον ὄνομα χορηγεῖ τοῖς προσιοῦσιν εὐλογίαν. «ἐπιθήσουσι, γάρ φησι, τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτούς». λέγει δὲ καὶ αὐτὰ τῆς εὐλογίας τὰ ῥήματα· «εὐλογήσαι σε Κύριος, καὶ φυλάξαι σε, ἐπιφάναι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ ἐλεήσαι σε· ἐπάραι Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σοί, καὶ δῴη σοι εἰρήνην». διδασκόμεθα δὲ διὰ τούτων, ὡς χρὴ πρότερον τοῖς εὐλογημένοις τὰς θείας αἰτεῖν δωρεάς· τοῦτο γὰρ σημαίνει τὸ, «εὐλογήσαι σε»· εἶτα τὰ διδόμενα φυλαχθῆναι· ἐπήγαγε γάρ, «καὶ φυλάξαι σε». ἡ δὲ δευτέρα εὐλογία τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν προθεσπίζει «ἐπιφάναι, γάρ φησιν, τὸ πρόσωπον αὐτοῦ ἐπὶ σέ, καὶ