Ancient Greek
Page 206
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 206
Not analysed yet
XX Τίνος χάριν εὐθὺς μὲν προβληθέντες οἱ ἑβδομήκοντα προεφήτευσαν, μετὰ δὲ ταῦτα οὐκέτι; Ὅτι οὐ προφητείας χάριν, ἀλλ' οἰκονομίας αὐτοὺς προὐβάλετο· τῶν δὲ τοῦ πνεύματος χαρισμάτων καὶ τοῦτο. ὅθεν ὁ μακάριος Παῦλος τοῖς ἀποστόλοις καὶ τοῖς προφήταις καὶ τοῖς διδασκάλοις καὶ τοῖς χαρίσμασι τῶν ἰαμάτων, τὰς ἀντιλήψεις καὶ κυβερνήσεις συνέταξε, τούτου οἱ ἑβδομήκοντα τοῦ χαρίσματος ἠξιώθησαν· ἵνα δὲ δῆλοι γένωνται τῷ λαῷ, ὅτι δὴ τῆς θείας ἀπήλαυσαν δωρεᾶς, εὐθύς τινα προηγόρευσαν. XXI Ἐλδὰδ καὶ Μωδὰδ τί δήποτε προεφήτευσαν μὴ συναριθμηθέντες τοῖς ἑβδομήκοντα; Εἰκὸς αὐτοὺς ἴσους εἶναι τὴν ἀξίαν τοῖς ἑβδομήκοντα, καὶ τούτου χάριν ἀπολαῦσαι τῆς δωρεᾶς. αἰνίττεται δὲ ὁ λόγος, ὅτι πολλάκις τοὺς ἀδοκίμους παρὰ ἀνθρώποις νομιζομένους δοκίμους οἶδεν ὁ τὰ κεκρυμμένα γινώσκων. οὕτως ἐπὶ τοῦ Κορνηλίου προὔλαβε τὴν τῶν ἀνθρώπων διακονίαν ἡ θεία φιλοτιμία· πρὸ γὰρ τοῦ βαπτίσματος ἔδωκεν αὐτῷ τὴν χάριν τοῦ πνεύματος. ἐδείχθη δὲ κἀνταῦθα τοῦ νομοθέτου τὸ ἄφθονον. τοῦ γὰρ Ἰησοῦ εἰρηκότος, «Κύριε Μωϋσῆ, κώλυσον αὐτούς», ὑπολαβὼν ἔφη, «μὴ ζηλοῖς σύ μοι; καὶ τίς ἂν δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς», καὶ ὁ πανεύφημος δὲ Ἰησοῦς οὐ τοῦ φθόνου τὸ πάθος ἐδέξατο, ἀλλ' αὐθάδειαν καὶ τυραννίδα τὸ πρᾶγμα νομίσας, τοῖσδε τοῖς λόγοις ἐχρήσατο. ὅτι γὰρ τούτου τοῦ πάθους ἐλεύθερος ἦν, ὁ ἔπαινος μαρτυρεῖ. οὕτω γὰρ ἔφη· «καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυῆ ὁ παρες-