Ancient Greek
Page 207
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 207
Not analysed yet
τηκὼς Μωϋσῇ ὁ ἐκλεκτὸς εἶπεν, Κύριε Μωϋσῆ, κώλυσον αὐτούς». XXII Τίνα χρὴ νοῆσαι τὴν αἰθιόπισσαν γυναῖκα, ἣν ἔλαβε Μωϋσῆς; Ἰώσηπος μὲν εἶπεν, ὡς ἡνίκα ἐν τοῖς βασιλείοις ἐτρέφετο, στρατηγὸς εἰς τὸν κατὰ αἰθιόπων χειροτονηθεὶς πόλεμον, εἶτα νικήσας, ἠγάγετο τοῦ βασιλέως ἐκείνου τὴν θυγατέρα. Ἀπολινάριος δὲ μῦθον ἀνέπλασε πολλῷ μυθωδέστερον τούτου· ἔφη γὰρ μετὰ τὴν Σεπφώραν ἄλλην αὐτὸν αἰθιόπισσαν γῆμαι, ἵνα, φησί, γένηται τύπος τοῦ δεσπότου Χριστοῦ, ὃς μετὰ τὴν ἰσραηλῖτιν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἐμνήστευσεν. ἀλλὰ καὶ ἡ Σεπφώρα ἀλλόφυλος ἦν. τὸ τοίνυν πλάττειν μύθους, οὐ τοῦ θείου πνεύματος, ἀλλὰ τοῦ ἐναντίου. τοσαύτης γὰρ ἁγνείας μετὰ τὴν κλῆσιν ὁ νομοθέτης ἐφρόντισεν, ὅτι καὶ τὴν Σεπφώραν κατέλιπεν εἰς Αἴγυπτον εἰσιών. μετὰ δὲ τὴν ἐκεῖθεν ἔξοδον, ἀφίκετο πρὸς αὐτὸν ὁ κηδεστὴς ἄγων ἐκείνην μετὰ τῶν παιδίων, καὶ προστέθεικεν ὅτι «μετὰ τὴν ἄφεσιν ἤγαγεν αὐτήν». τὴν Σεπφώραν τοίνυν ὠνόμασεν αἰθιόπισσαν· τὸ γὰρ Σαβὰ ἔθνος αἰθιοπικόν ἐστιν. ὁ γὰρ εὐαγγελιστής φησιν· «βασίλισσα αἰθιόπων ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην». ἀλλ' ἡ τῶν βασιλειῶν ἱστορία βασίλισσαν Σαβὰ προσηγόρευσε ταύτην. Σαβὰ δὲ καλεῖται τῶν ὁμηριτῶν τὸ ἔθνος· τούτοις οἱ μαδιηναῖοι πελάζουσιν. ἐπειδὴ τοίνυν ὁ Ἀαρὼν ἰσραηλῖτιν ἠγάγετο, ἀλλόφυλον δὲ ὁ Μωϋσῆς, μικροψυχίας γενομένης, ταύτην αὐτῷ τὴν λοιδορίαν προσήνεγκαν. καὶ μαρτυρεῖ δὲ τῇ τελειοτάτῃ ἀρετῇ τοῦ νομοθέτου τῶν ἀδελφῶν ἡ παροινία· ἀπορήσαντες γὰρ δηλονότι κατηγορίας ἑτέρας, τῆς γυναικὸς αὐτῷ τὸν ψόγον ἐπήνεγκαν. μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ