Ancient Greek
Page 214
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 214
Not analysed yet
»ἡ λύτρωσις γὰρ αὐτοῦ, φησίν, ἀπὸ μηνιαίου· ἡ συντίμησις πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσι». τῶν δὲ καθαρῶν πρωτοτόκων ζῴων, τὸ μὲν αἷμα ἐκχεθῆναι προσέταξε παρὰ τὴν τοῦ θυσιαστηρίου βάσιν, τὸ δὲ στέαρ προσενεχθῆναι, τὰ δὲ κρέα αὐτοὺς λαμβάνειν, ὥσπερ δὴ τὸ στηθύνιον καὶ τὸν βραχίονα, ἀπὸ τῶν ἄλλων θυμάτων κομίζονται. «διαθήκην δὲ ἁλὸς» τὴν κοινωνίαν ἐκάλεσεν, ἐπειδὴ κατὰ τὸν θεῖον ἀπόστολον, «οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται». τινὲς δέ φασιν ἐπειδὴ ταῖς θυσίαις ἐπιβάλλεσθαι τοὺς ἅλας προσέταξεν, εἶτα διδάσκει καὶ τοὺς ἱερέας καὶ τοὺς λευΐτας ὡς οὐ βούλεται αὐτοὺς κλῆρον λαβεῖν, ὡς τὰς ἄλλας φυλάς· ἀλλὰ παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ τοὺς λευΐτας· καὶ τῶν ἀπὸ γῆς φυομένων τὰς δεκάτας, καὶ τῶν ἐκ ποιμνίων καὶ βουκολίων προσγιγνομένων κερδῶν, καὶ τῶν ἐξ ἐμπορίας ἢ ἑτέρας τινὸς χρείας. τοὺς δὲ λευΐτας τῶν δεκατῶν τὰς δεκάτας προσφέρειν τοῖς ἱερεῦσι· καὶ τούτων μὲν ἐν παντὶ τόπῳ κελεύει μεταλαγχάνειν· τὰ δέ γε ἐκ τῶν θυσιῶν ἀφωρισμένα αὐτοῖς ἔνδον ἐσθίειν ἐν τῷ ναῷ. καλεῖ δὲ καὶ τὰς δεκάτας μισθὸν εἰς τὴν τοῦ λαοῦ ὠφέλειαν. ὑμῶν, γάρ φησιν, γεωργούντων ἢ ἐμπορευομένων ἢ οἴκοι διαγόντων, οὗτοι ἀντὶ πάντων ὑμῶν τῇ ἐμῇ προσεδρεύουσι λειτουργίᾳ. τοῦτο γὰρ ἔφη, ὅτι «μισθὸς ὑμῶν οὗτός ἐστιν ἀντὶ τῶν λειτουργιῶν ὑμῶν, τῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου». XXXV Πῶς νοητέον τὰ περὶ τῆς πυρρᾶς δαμάλεως διηγορευμένα;