Ancient Greek
Page 215
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 215
Not analysed yet
Προσενεχθῆναι μὲν ταύτην ὑπὲρ τῆς τοῦ λαοῦ ἁμαρτίας νενομοθέτηκε· προτυποῖ δὲ τὸ σωτήριον πάθος, ὃ τοῦ κόσμου παντὸς ἦρε τὴν ἁμαρτίαν. πυρρὰν δὲ προσκομισθῆναι κελεύει δάμαλιν, ἵνα προτυπώσῃ τὸ γήϊνον σῶμα· καὶ γὰρ τοῦ Ἀδὰμ ἡ προσηγορία τὴν ἐρυθρὰν αἰνίττεται γῆν ἐξ ἧς αὐτοῦ διεπλάσθη τὸ σῶμα. καὶ τὸ ἄμωμον δὲ τῆς δαμάλεως, τὸ ἀναμάρτητον προδηλοῖ τοῦ δεσπότου Χριστοῦ. καὶ τὸ ἄζυγα εἶναι τὴν δάμαλιν, τὴν τοῦ σωτῆρος ἡμῶν ἐλευθερίαν αἰνίττεται. ὁ γὰρ ζυγὸς τὴν δουλείαν δηλοῖ· ὁ δὲ Κύριος τὸ δίδραχμον ἀπαιτούμενος ἔφη, «ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί». ἡ δὲ ἔξω τῆς παρεμβολῆς σφαγὴ τῆς δαμάλεως, τὸ ἔξω τῆς πύλης γενόμενον τοῦ σωτῆρος πάθος. ταῦτα δὲ σαφέστερον διδάσκει ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς ἑβραίους ἐπιστολῇ. πᾶσαν δὲ τὴν δάμαλιν σὺν τῷ δέρματι καὶ τοῖς ἄλλοις κατακαυθῆναι προσέταξεν· ἐπειδὴ πάντα καθαρὰ τοῦ δεσπότου Χριστοῦ. τὸ δὲ ξύλον τὸ κέδρινον τοῦ σταυροῦ σύμβολον ἦν. ὥσπερ γὰρ τοῦτο ἄσηπτον, οὕτως ἐκεῖνο ζωοποιόν. τὸ δὲ κόκκινον, τοῦ δεσποτικοῦ αἵματος. τὸ δέ γε ὕσσωπον, ὅτι ἡ ζωτικὴ θερμότης διέλυσε τοῦ θανάτου τὴν ψυχρότητα. τὸν μέντοι κατακαίοντα τὴν δάμαλιν ἀκάθαρτον μέχρις ἑσπέρας φησὶν εἶναι, εἰς τύπον τῶν τὸν δεσπότην ἐσταυρωκότων Χριστόν. ταύτῃ δὲ τῇ σποδῷ μεθ' ὕδατος χρωμένους ἐκέλευσε περιρραίνεσθαι τοὺς τῷ τεθνηκότι πελάζοντας, ἢ ὀστῶν ἁπτομένους, ἢ ἄλλῳ τινὶ τοιούτῳ μολυνομένους. «καὶ ἄνθρωπος, φησίν, ὃς ἐὰν μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ' αὐτόν». οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». XXXVI Διὰ τί ἀκάθαρτον εἶναι λέγει μέχρις ἑσπέρας καὶ τὸν περιρραίνοντα καὶ τὸν περιρραινόμενον;