Ancient Greek
Page 218
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 218
Not analysed yet
XL Τίνος χάριν κελεύσας αὐτῷ μὴ ἀπελθεῖν, πάλιν ἐκέλευσεν ἀπελθεῖν; Ἐπειδὴ τῶν ἀπαγγελθέντων χρημάτων ὁ Βαλαὰμ ἐρασθείς, ἤρετο πάλιν, εἰ χρὴ τοῖς ἀποσταλεῖσιν συναπελθεῖν, νομίσας μεταμελείᾳ κεχρῆσθαι τὸν δεσπότην Θεόν, ἐπέτρεψεν ἀπελθεῖν, μονονουχὶ λέγων· ἄπελθε μὲν, ἐπειδὴ τοῦτο πρᾶξαι ποθεῖς, ἴσθι μέντοι, ὡς ἅπερ ἂν ἐθελήσω λαλήσεις. XLI Διὰ τί κελεύσας ἀπελθεῖν, διὰ ἀγγέλου τὴν πορείαν κωλύει; Δεδίττεται αὐτὸν καὶ τῇ τῆς ὄνου φωνῇ παρὰ φύσιν γεγενημένῃ καὶ τῇ τοῦ ἀγγέλου θεωρίᾳ, ἵνα γνῷ πόσην ὁ Θεὸς τοῦ λαοῦ ποιεῖται κηδεμονίαν. φασὶ δέ τινες, τὸν ἄγγελον τὸν Μιχαὴλ εἶναι τὸν τοῦ λαοῦ προστατεύοντα. XLII Καὶ ποίαν ἰσχὺν εἶχεν ἡ τοῦ μάντεως ἀρὰ μὴ βουλομένου Θεοῦ; Ἰσχὺν μὲν εἶχεν οὐδεμίαν· ψευδὴς γὰρ ἦν ἡ περὶ αὐτοῦ κατέχουσα δόξα. ἐπειδὴ δὲ συνεχῶς παρανομῶν ὁ λαὸς ὑπέμενεν θεηλάτους πληγάς, πρὸς τὴν ἐκείνων ἀσθένειαν τὰ κατὰ τὸν Βαλαὰμ ᾠκονόμησεν ὁ δεσπότης Θεός. ἵνα γὰρ μὴ νομίσωσι παρὰ τοῦ Θεοῦ παιδευόμενοι, διὰ τὰς τοῦ μάντεως ἀρὰς συμφοραῖς περιπίπτειν, οὐκ εἴασε τὸν μάντιν χρήσασθαι ταῖς ἀραῖς, τὰς τῶν ἀνοήτων ἀφορμὰς περικόπτων. ὅτι γὰρ, εἰ καὶ ἰσχύν τινα εἶχον αἱ τοῦ μάντεως ἀραί, ῥᾴδιον ἦν τῷ τὰ πάντα τεκτηναμένῳ ταύτας ἀποφῆναι ματαίας, δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις. «Κύριος, γάρ