Ancient Greek
Page 217
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 217
Not analysed yet
»διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ». ἰστέον μέντοι, ὡς ἕτερον οἰκονομῶν ὁ Θεὸς ταύτην ἐξενήνοχε τὴν ἀπόφασιν· ὅπερ εἰς καιρὸν δηλώσομεν. XXXVIII Τί δήποτε διὰ τοῦ χαλκοῦ ὄφεως θεραπεύεσθαι προσέταξεν ὁ Θεὸς τὰ τῶν ὄφεων δήγματα; Προτυποῖ καὶ τοῦτο τὸ σωτήριον πάθος. διὰ γὰρ τοῦ ὄφεως ἡ ἁμαρτία ἐβλάστησεν· ὅθεν καὶ τὴν κατάραν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο. τύπος τοίνυν καὶ τῆς ἁμαρτίας καὶ τῆς κατάρας ὁ ὄφις. ἐπειδὴ τοίνυν ὁ δεσπότης Χριστὸς «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας», ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἐπεφάνη· σῶμα μὲν γὰρ ἀληθῶς ἔλαβεν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· προτυποῦται τὸ σωτήριον πάθος ἐν τῷ ὄφει τῷ χαλκῷ. ὥσπερ γὰρ ὁ χαλκοῦς ὄφις ἴνδαλμα μὲν τῶν ὄφεων ἦν, οὐκ εἶχε δὲ τῶν ὄφεων τὸν ἰόν· οὕτως ὁ μονογενὴς υἱὸς σῶμα μὲν εἶχεν ἀνθρώπινον, κηλίδα δὲ ἁμαρτημάτων οὐκ εἶχε. καὶ καθάπερ οἱ ὑπὸ τῶν ὄφεων δακνόμενοι, εἰς τὸν χαλκοῦν ἀποβλέποντες ὄφιν σωτηρίας ἀπήλαυον, οὕτως οἱ ὑπὸ τῆς ἁμαρτίας πληττόμενοι, τῷ πάθει τοῦ σωτῆρος ἡμῶν ἀνενδοιάστως πιστεύοντες, κρείττους ἀποφαίνονται τοῦ θανάτου, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύουσιν. XXXIX Εἰ μάντις ἦν ὁ Βαλαάμ, τί δήποτε τὸν Κύριον ἠρώτα; Ἐκεῖνος μὲν οὐ τὸν ἀληθινὸν ἠρώτα Θεόν· ἀπεκρίνατο δὲ αὐτῷ, οὐχ ὁ παρ' αὐτοῦ καλούμενος, ἀλλ' ὁ παρ' αὐτοῦ ἀγνοούμενος. «ἦλθε, γάρ φησιν, ὁ Θεὸς πρὸς Βαλαὰμ καὶ εἶπεν αὐτῷ· τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί»; οὐκ ἐπειδὴ τὴν αἰτίαν τῆς ἐκείνων παρουσίας ἠγνόει ἀλλ' ἵνα παρὰ τοῦ μάντεως λαβὼν ἀφορμὴν τὸ πρακτέον κελεύσῃ.