Ancient Greek
Page 220
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 220
Not analysed yet
XLIII Τί ἐστιν, «ὡς δόξα μονοκέρωτος αὐτῷ»; Ὁ μονόκερως ζῷόν ἐστιν ἓν ἔχων κέρας ἐν τῇ κεφαλῇ. περὶ τούτου καὶ πρὸς τὸν Ἰὼβ ὁ δεσπότης ἔφη Θεός· «βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι»; διὰ τούτου διδάσκων καὶ τὴν δύναμιν τοῦ ζῴου καὶ τὸ ἀδούλωτον. τινὲς μὲν οὖν τούτῳ ἀπείκασαν τὸν δεσπότην Θεόν· ἐγὼ δὲ οἶμαι περὶ τοῦ λαοῦ τοῦτο εἰρῆσθαι, ὅτι καθάπερ ὁ μονόκερως ἓν ἔχει κέρας, οὕτως ὁ εὐσεβὴς λαὸς ἕνα προσκυνεῖ Θεόν. διὸ καὶ Δαβὶδ ὁ μακάριος λέγει, «ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν». πῶς δὲ νοητέον τὸν ἕνα Θεόν, πολλάκις εἰρήκαμεν. τὸ δὲ «οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαντεία ἐν Ἰσραήλ. κατὰ καιρὸν ῥηθήσεται τῷ Ἰακώβ, καὶ τῷ Ἰσραήλ, τί ἐπιτελέσει ὁ Θεός»· οὕτω νοητέον, ὅτι κατὰ τοῦ Ἰσραήλ, οὔτε μαντεία ἰσχύει, οὔτε οἰωνῶν παρατήρησις. ὁ γὰρ δεσπότης Θεὸς διὰ τῶν οἰκείων προφητῶν καὶ τὰ ἐσόμενα αὐτῷ προλέγει καὶ ὑποτίθεται τὸ πρακτέον. XLIV Τί ἐστιν, «οὐκ ἐπορεύθη Βαλαὰμ κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς»; Τῇ πείρᾳ μαθών, ὡς οὐδὲν ὀνίνησι τῇ ματαίᾳ χρώμενος τέχνῃ· ἀπείρῳ γὰρ τῷ μέτρῳ δυνατώτερος ὁ μεταφέρων αὐτοῦ τὴν γλῶτταν εἰς ἅπερ ἐθέλει· οὐκέτι τοῖς συνήθεσι συμβόλοις ἐχρήσατο, ἀλλ' εἰς ὑπουργίαν τοῦ Θεοῦ τὴν γλῶτταν ἀφώρισεν. ἰστέον μέντοι, ὥς τισιν ἔδοξε μηδὲν αὐτὸν περὶ τοῦ σωτῆρος ἡμῶν προειρηκέναι, οὓς ἐχρῆν συνιδεῖν, ὅτι