Ancient Greek
Page 221
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 221
Not analysed yet
καὶ τῷ Ναβουχοδονόσορ ἄγαν ὄντι δυσσεβεῖ, τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἀπεκάλυψε παρουσίαν. «εἶδε γὰρ λίθον τμηθέντα ἄνευ χειρῶν, καὶ πατάξαντα τὴν εἰκόνα, καὶ συντρίψαντα τὸν χρυσόν, τὸν ἄργυρον, τὸν χαλκόν, τὸν σίδηρον, τὸ ὄστρακον, καὶ γενόμενον ὄρος μέγα, καὶ καλύψαντα πᾶσαν τὴν γῆν». ὁ τοίνυν ἐκεῖνα δι' ἐκείνου προαγορεύσας καὶ διὰ τούτου προείρηκε τῆς οἰκουμένης τὴν σωτηρίαν· ἵνα καὶ παρὰ τοῖς ἔθνεσιν αἱ τοιαῦται προρρήσεις φυλάττωνται. μαρτυρεῖ δὲ τῇ προρρήσει τῶν πραγμάτων τὸ τέλος. ὁ γὰρ ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσας, οὐ μόνον τοὺς ἀρχηγοὺς Μωάβ, ἀλλὰ καὶ πάντας τοὺς υἱοὺς Σὴθ προενόμευσεν· υἱοὶ δὲ τοῦ Σὴθ ἅπαντες ἄνθρωποι. ἀπόγονος γὰρ ὁ Νῶε τοῦ Σήθ· ἐκ δὲ τοῦ Νῶε ἅπασα τῶν ἀνθρώπων ἡ φύσις. προεῖπε δὲ καὶ τὴν μακεδόνων κατὰ περσῶν νίκην· «ἐξελεύσεται, γάρ φησιν, ἐκ χειρὸς Χετιὴμ καὶ κακώσουσιν Ἀσσοὺρ καὶ κακώσουσιν ἑβραίους». Ἀλέξανδρος μὲν γὰρ τὴν περσῶν κατέλυσε βασιλείαν· Ἀντίοχος δὲ ἰουδαίοις ἐπιστρατεύσας, καὶ τὴν μητρόπολιν αὐτῶν εἷλε, καὶ τὸν θεῖον νεὼν ἀπέφηνεν ἔρημον. αἱ μέντοι προρρήσεις αὗται οὐ τῆς ψευδοῦς ἦσαν μαντείας, ἀλλὰ τῆς τοῦ παναγίου πνεύματος ἐνεργείας. ὁ γὰρ τὴν ὄνον ἀνθρωπείᾳ χρήσασθαι φωνῇ παρὰ φύσιν κελεύσας, οὗτος καὶ διὰ τῆς γλώττης τοῦ μάντεως τὰ ἐσόμενα προηγόρευσεν. «ἐγένετο, γάρ φησι, πνεῦμα Θεοῦ ἐν αὐτῷ». τοῦτο γέγονε καὶ ἐν τῷ παρανόμῳ Σαούλ· ὅθεν διὰ τὸ παράδοξον καὶ ἡ παροιμία ἐγένετο, «εἰ καὶ Σαοὺλ ἐν προφήταις»; τοσαύτην μέντοι πεῖραν τοῦ Θεοῦ λαβὼν ὁ ψευδόμαντις, ἑτέρας ἐτεκτήνατο κατὰ τοῦ Θεοῦ μηχανάς. συννοήσας γὰρ ὡς