Ancient Greek
Page 224
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 224
Not analysed yet
τολοι πνεῦμα ἅγιον διὰ τοῦ δεσποτικοῦ λαβόντες ἐμφυσήματος, ἐδέξαντο τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν. τοῦτο καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γεγένηται. εἶχε μὲν γὰρ τὴν χάριν τοῦ πνεύματος· ἵνα δὲ καὶ ὁ λαὸς πιστεύσῃ θεόθεν αὐτὸν τῆς ἡγεμονίας τὴν χειροτονίαν δεδέχθαι, ἐπετέθησαν αὐτῷ τοῦ νομοθέτου αἱ χεῖρες, καὶ τοῦτο δέδρακεν ὁ θεῖος Μωϋσῆς ὑπὸ τοῦ Θεοῦ προσταχθείς· «ἐπιθήσεις, γάρ φησι, τὰς χεῖράς σου ἐπ' αὐτόν· καὶ στήσεις ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως, καὶ ἐντελῇ αὐτῷ ἐναντίον πάσης τῆς συναγωγῆς· καὶ δώσεις τῆς δόξης σου ἐπ' αὐτόν, ὅπως εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως στήσεται», ἀντὶ τοῦ, τὴν ἴσην ἐκείνῳ σχήσει τιμήν, καὶ διὰ τοῦ λογίου τῆς κρίσεως, ὃ τοῖς ἐκείνου στέρνοις ἐπέκειτο, τὸ πρακτέον μαθήσεται. μανθάνομεν δὲ ἐντεῦθεν, ὅπως οἱ παρὰ τῶν ἀρχιερέων τὴν χειροτονίαν δεχόμενοι τῆς πνευματικῆς μεταλαγχάνουσι χάριτος. καὶ γὰρ ἐνταῦθα ὁ δεσπότης ἔφη Θεός· «δώσεις τῆς δόξης σου ἐπ' αὐτόν». θαυμάσαι δὲ ἄξιον τὸν προφήτην, ὅτι καὶ παῖδας ἔχων, καὶ ἀδελφόν, καὶ ἀδελφιδοῦν, οὐδένα τούτων ἡγεμόνα προὐβάλλετο, ἀλλὰ τὸν Θεὸν ἤρετο, καὶ τὸν ὑπ' αὐτοῦ ψηφισθέντα κεχειροτόνηκε. μετὰ ταῦτα τῶν ἑορτῶν καὶ τῶν θυσιῶν ἀναμνήσας, νομοθετεῖ περὶ τῶν ὑπισχνουμένων τί προσφέρειν τῷ δεσπότῃ Θεῷ. καὶ πρῶτον μὲν διηγόρευσε πάντα ὑπισχνούμενον ἔργῳ τὴν ὑπόσχεσιν ἐμπεδοῦν· τῆς δὲ ὑπὸ τὴν τοῦ πατρὸς τελούσης ἐξουσίαν ὑπισχνουμένης τὸν πατέρα βεβαιοῦν τὴν ὑπόσχεσιν. καὶ ἐὰν ἐκεῖνος ταύτης ὑπισχνουμένης ἀνανεύσῃ, μὴ ὑποκεῖσθαι τὴν ὑποσχομένην ἐγκλήματι, ἐὰν δὲ ταύτης ἐπαγγελλομένης ἢ συγκατάθηται ὁ πατήρ, ἢ σιγήσῃ, τὰ ἐπηγγελμένα πληροῦσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀνδρὶ συνημμένης νενομοθέτηκε, καὶ τὴν τοῦ ἀνδρὸς συγκατάθεσιν βεβαιοῦν ἐκέλευσε τὴν ὑπόσχεσιν.