Ancient Greek
Page 223
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 223
Not analysed yet
Ἐπειδὴ κατὰ τῶν ἀριθμηθέντων ἤδη τὴν ψῆφον ἐξήνεγκεν, ἔμελλεν δὲ τοὺς ἐκείνων παῖδας εἰς τὴν ἐπηγγελμένην εἰσαγαγεῖν γῆν, περὶ ὧν εἶπον ἐκεῖνοι, ὅτι αἰχμάλωτοι ἔσονται· ἐκέλευσεν ἀριθμηθῆναι καὶ τούτους, ἵνα δείξῃ τῆς οἰκείας εὐλογίας τὴν δύναμιν, ὅτι καὶ τῶν πατέρων ἀναιρεθέντων ὁ αὐτὸς διέμεινεν ἀριθμός. XLVI Τί δήποτε κλήρῳ μερισθῆναι τὴν γῆν προσέταξεν ὁ Θεός; Ὥστε πᾶσαν ἔριν καὶ φιλονεικίαν σβέσαι, ὡς τοῦ Θεοῦ διὰ τοῦ κλήρου τὴν γῆν διανέμοντος· οὕτως γὰρ ψήφῳ τινι τὸ πρᾶγμα πιστεῦσαι προσέταξε. τοῦτο πεποιήκασι καὶ οἱ θεῖοι ἀπόστολοι πρὶν ἐπιφοιτῆσαι τὸ πανάγιον πνεῦμα· κλήρους γὰρ βαλόντες, ἱκέτευσαν τὸν ἅπαντα σαφῶς ἐπιστάμενον, δεῖξαι τὸν ἀξιώτερον. οὕτω καὶ ὁ θεῖος Παῦλος περὶ ἡμῶν ἔφη· «ἐν ᾧ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ». XLVII Τί δήποτε μαρτυρήσας ὁ δεσπότης Θεὸς τῷ Ἰησοῦ, ὅτι ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ, προσέταξε τῷ Μωϋσῇ ἐπιθεῖναι αὐτῷ τὰς χεῖρας; Τοῦτο καὶ ἐπὶ τοῦ Κορνηλίου ἐγένετο. μετὰ γὰρ τὸ λαβεῖν τὴν χάριν τοῦ πνεύματος, τότε τοῦ βαπτίσματος ἠξιώθησαν. καὶ μέντοι καὶ ὁ δεσπότης Χριστός, πάντα τοῦ πνεύματος τὰ χαρίσματα κατὰ τὸ ἀνθρώπειον πρὸ ὠδίνων δεξάμενος, τῷ Ἰωάννου βαπτίσματι προσελήλυθε, καὶ ἐπιτεθῆναι αὐτοῦ τῇ κεφαλῇ τὴν τοῦ θεράποντος προσέταξε χεῖρα· καὶ ἔδειξε τὸ πανάγιον πνεῦμα ἐν εἴδει περιστερᾶς ἐρχόμενον ἐπ' αὐτόν. καὶ οἱ ἀπός-