Ancient Greek
Page 23
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 23
Not analysed yet
ἵνα τοῦ δημιουργουμένου τὸ λογικὸν προσημάνῃ· εἶτα τῶν προσώπων παραδηλώσας τὸν ἀριθμὸν ἵνα τοὺς ὕμνους ὁ μέλλων προσφέρειν ἐπὶ τῆς γῆς, λάβῃ θεολογίας αἰνίγματα· καὶ οἱονεὶ αὐτουργὸς τῆς διαπλάσεως γενόμενος, ἔδειξε τὴν πλείονα περὶ τόδε τὸ πλάσμα φιλοστοργίαν. τοῦτο καὶ Ἰὼβ ὁ γενναῖος πρὸς αὐτὸν βοᾷ λέγων· «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με». τούτοις ἐχρήσατο τοῖς λόγοις καὶ ὁ θεῖος Δαβίδ, τοῦτο καὶ ὁ τοῦ ἁγίου βαπτίσματος ἀξιούμενος γινώσκει σαφῶς ὡς ὁ πλάσας διέσωσε καὶ ὁ σώσας διέπλασε· πρὸς δὲ τούτοις καὶ αὐτὸς ὁ δημιουργὸς καὶ διὰ Ἰερεμίου, καὶ διὰ Ἠσαΐου φησίν, «ὅτι ἡμεῖς πηλός, αὐτὸς δὲ πλάστης ἡμῶν». ἀλλ' οὔτε χεῖρας ἔχειν τὸ θεῖον οὔτε δεῖσθαι βουλῆς τινος καὶ προθεωρίας φαμέν, ἵνα κατὰ τοὺς Πλάτωνος μύθους πρὸς τὴν τῆς ἐνθυμήσεως ἰδέαν κατασκευάσῃ τὸ ποίημα· ἀλλὰ τούτων ἕκαστον τὴν πλείονα τοῦ Θεοῦ περὶ τόδε τὸ ζῷον κηδεμονίαν δηλοῖ. XX Τί ἐστι τὸ «κατ' εἰκόνα»; Τινὲς τὸ ἀόρατον τῆς ψυχῆς εἰκόνα Θεοῦ κεκλήκασιν· ἀλλ' οὐκ ἀληθῶς εἰρήκασιν· εἰ γὰρ εἰκὼν τοῦ Θεοῦ τῆς ψυχῆς τὸ ἀόρατον, μᾶλλον ἂν εἰκόνες τοῦ Θεοῦ κληθεῖεν ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσαι αἱ ἀσώματοι καὶ ἅγιαι φύσεις· ἅτε δὲ παντάπασι σωμάτων ἀπηλλαγμέναι, καὶ ἀμιγὲς τὸ ἀόρατον ἔχουσαι. τινὲς δὲ ὑπὸ πολλῆς εὐηθείας τὸ σῶμα τὸ ἀνθρώπινον «κατ' εἰκόνα Θεοῦ» γεγενῆσθαί φασιν· ἐπειδὴ τῆς θείας λεγούσης ἐπακούουσι γραφῆς· «ἄνοιξον τοὺς ὀφθαλμοὺς σοῦ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σοῦ καὶ ἄκου-