Ancient Greek
Page 24
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 24
Not analysed yet
σον», καὶ «ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας», καὶ «τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα», καὶ «ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς», καὶ ὅσα τοιαῦτα. καὶ οὐ συνεῖδον οἱ ἄγαν ἠλίθιοι, ὡς ἀνθρώποις δι' ἀνθρώπων διαλεγόμενος ὁ δεσπότης Θεός, τῇ τῶν ἀκουόντων ἀσθενείᾳ τοὺς λόγους μετρεῖ· καὶ ἐπειδὴ δι' ὀφθαλμῶν ὁρῶμεν ἡμεῖς, τὴν ὀπτικὴν αὐτοῦ δύναμιν ὀφθαλμοὺς ὀνομάζει· καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ὦτα, ἐπειδὴ διὰ τούτων τῶν μορίων ἀκούομεν· καὶ τὸ πρόσταγμα, στόμα. ἔδει δὲ αὐτοὺς μὴ τούτων μόνον ἀκούειν τῶν λόγων, ἀλλὰ καὶ τῶν τὸ ἀπερίγραφον τοῦ Θεοῦ διδασκόντων· «ποῦ, γάρ φησι, πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει», καὶ τὰ ἑξῆς. καὶ τῇ σαμαρείτιδι ὁ Κύριος ἔφη· «πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». εἰ δὲ πνεῦμα ὁ Θεός, ἁπλοῦς ἄρα καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. ἀλλὰ γὰρ περιττὸν τοῦτον μηκύνειν τὸν λόγον· δήλη γὰρ τούτων ἡ ἄνοια. τὸ τοίνυν «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», τινὲς τῶν διδασκάλων οὕτως ἐνόησαν· ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεός, τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα ἑαυτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων τε καὶ ἐμψύχων, καὶ αἰσθητῶν καὶ νοητῶν· ἵνα τὰ μὲν ἄψυχά τε καὶ ἔμψυχα τούτῳ προσφέρῃ, ὥσπερ τινὰ φόρον, τὴν χρείαν· αἱ δὲ νοηταὶ φύσεις, ἐν τῇ περὶ τοῦτον κηδεμονίᾳ τὴν περὶ τὸν πεποιηκότα δεικνύωσιν εὔνοιαν. τοῦτο γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κλη-