Ancient Greek
Page 232
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 232
Not analysed yet
πόλεων ἱστόρησεν, εἰς ἃς καταφεύγειν τοὺς ἀκουσίοις περιπεπτωκότας φόνοις ἐκέλευσεν. εἶτα ἐδίδαξεν ὅτι πάλιν συνήθροισε τὸν λαόν, καὶ θεοσδότων ἀνέμνησε νόμων· καὶ ὅτι οὐχ ἕτερον δέδωκε νόμον, ἀλλὰ τὸν πρότερον ἐκπαιδεύει τοὺς τῆς νομοθεσίας ἐκείνης διὰ τὸ τῆς ἡλικίας ἀτελὲς ἐπακοῦσαι μὴ δυνηθέντας, αὐτὰ διδάξει τοῦ προφήτου τὰ ῥήματα. «Κύριος, γάρ φησιν, ὁ Θεὸς ἡμῶν διέθετο πρὸς ὑμᾶς διαθήκην ἐν Χωρήβ. οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς». ἐπειδὴ γὰρ ἐκεῖνοι παραβάντες διώλοντο, τούτοις δὲ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἐδίδου γῆν· τούτοις ἔφη τὸν νόμον δεδόσθαι. εἶτα λέγει τὰς ἐντολάς, ὧν τὸν νοῦν ἀνεπτύξαμεν τὴν Ἔξοδον ἑρμηνεύοντες· ἐδίδαξε δὲ κἀνταῦθα τὸν τῆς ἀργίας τοῦ σαββάτου σκοπόν. ἔφη γάρ, «ἵνα ἀναπαύσηται ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου». καθάπερ, φησί, σὺ τούτων ἀπολαύεις διαπαντός, οὕτως ἅπαξ γοῦν ἀπολαυσάτωσαν ἐν ταῖς ἑπτὰ τῆς ἑβδομάδος ἡμέραις οἱ θεράποντες καὶ αἱ θεράπαιναι καὶ τὰ ὑποζύγια. ἔπειτα τῇ μνήμῃ τῆς ἐν Αἰγύπτῳ δουλείας τὴν συμπάθειαν πραγματεύεται· «ὅτι οἰκέτης, φησίν, ἦσθα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐξήγαγέ σε Κύριος ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ· διὰ τοῦτο συνέταξε Κύριος ὁ Θεός σου, ὥστε φυλάττεσθαί σε τὴν ἡμέραν τῶν σαββάτων, καὶ ἁγιάζειν αὐτήν». τῇ πείρᾳ μεμάθηκας τὸ τῆς δουλείας πικρόν· ἐκείνων ἀναμιμνησκόμενος, ἥμερος γενοῦ τοῖς ὑπηκόοις καὶ πρᾶος καὶ ἧς ἀπολαύεις ἀναπαύλης διηνεκῶς, μετάδος τούτοις ἐν τῇ ἑβδόμῃ τῆς ἑβδομάδος ἡμέρᾳ. ἐν δὲ τοῖς μετὰ ταῦτα τὸ πνευματικὸν οὐκ ἀπηγόρευσεν ἔργον. ἔφη γάρ· «πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε», πλὴν ὅσα ποιηθήσεται ἐπὶ ψυχῇ