Ancient Greek
Page 233
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 233
Not analysed yet
οἷον ἀνάγνωσις, θείων λογίων ἀκρόασις, ψαλμῳδίαι, ἱερουργίαι καὶ τὰ τούτοις προσόμοια. II Πῶς νοητέον τό, «ἄκουε Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν»; Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ὄνομα τὸ Κύριος καὶ Θεὸς τῆς θείας φύσεως οὐ τῆς τῶν προσώπων διαιρέσεως δηλωτικά· ὁ δὲ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, τῶν ἰδιοτήτων σημαντικά. ἀλλὰ τοῖς ἀτελέσιν ἰουδαίοις τὴν ἀκριβῆ θεολογίαν προσενεχθῆναι οὐχ οἷόν τε ἦν· ταύτην γὰρ ἂν πολυθεΐας ἀφορμὴν ἐποιήσαντο. οὗ δὴ χάριν μοναδικῶς τὸ θεῖον ἐν τῇ παλαιᾷ προφέρεται ὄνομα· ἔχει δὲ ὅμως τὰ τῆς τριάδος αἰνίγματα. τὸ γὰρ «Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι», καὶ τὸ τῆς οὐσίας διδάσκει μοναδικόν, καὶ παραδηλοῖ τῶν προσώπων τὸν ἀριθμόν· ἅπας γὰρ τὸ Θεός, δὶς δὲ τὸ Κύριος τέθεικεν. III Τί ἐστιν τό, «ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου», καὶ τὰ ἑξῆς. Σαφῶς ἡμᾶς ὁ Κύριος ἐδίδαξεν, ὅτι «οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν», καὶ ἐνταῦθα τοίνυν διδασκόμεθα μὴ μερίζειν τὴν ἀγάπην εἰς Θεὸν καὶ χρυσόν, εἰς Θεὸν καὶ γυναῖκα, εἰς Θεὸν καὶ παῖδας, ἀλλὰ πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν ἀφιεροῦν τῷ πεποιηκότι Θεῷ, μετὰ δέ γε τὸν ποιητήν, ἀπονέμειν ἑκάστῳ τὰ πρόσφορα, καὶ παισὶ καὶ ἀδελ-