Ancient Greek
Page 234
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 234
Not analysed yet
φοῖς καὶ φίλοις, τῆς γὰρ τοῦ Θεοῦ ἀγάπης καὶ τὸ ταῦτα πληροῦν. «ὁ ἀγαπῶν με, γάρ φησι, τὰς ἐντολάς μου πληρώσει». αἱ δὲ τοῦ Θεοῦ ἐντολαὶ περὶ τούτων διαγορεύουσιν. IV Τί δήποτε κατὰ τοῦ Θεοῦ ὀμνύναι διαγορεύει ὁ νόμος; Ἵνα μὴ κατὰ τῶν ψευδωνύμων ὀμνύωσι θεῶν. τοῦτο γὰρ καὶ διὰ τοῦ προφήτου ἔφη· «ἐὰν ἐξάρῃς τὰ ὀνόματα τῶν βααλεὶμ ἐκ τοῦ στόματός σου καὶ ὀμόσῃς, ζῇ Κύριος, μετὰ ἀληθείας». καὶ ἐνταῦθα δὲ εἰρηκώς, «Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ», ἐπήγαγεν· «οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν». V Πῶς νοητέον τό, «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου»; Ὁ Κύριος αὐτὸ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἡρμήνευσε. τοῦ γὰρ διαβόλου εἰρηκότος, «βάλε σεαυτὸν ἄνωθεν κάτω», εἶπεν· «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου». ἐκπειράζει δὲ τὸν Θεὸν ὁ δίχα λογισμοῦ ῥιψοκινδύνως τι πράττων. VI Τί δήποτε ἀπαγορεύει ὁ νόμος τὰς πρὸς τοὺς ὁμόρους ἀλλοφύλους ἐπιγαμβρίας;