Ancient Greek
Page 244
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 244
Not analysed yet
XVI Τί ἐστι, «δικαίως τὸ δίκαιον διώξετε»; Κατὰ τὸν τοῦ δικαίου, φησί, σκοπὸν μὴ διὰ δόξαν κενήν, μὴ διὰ θεραπείαν ἀνθρωπίνην, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθόν. εἰσὶ γάρ τινες γνώμῃ μὲν οὐ τιμῶντες τὸ δίκαιον, διὰ δὲ τοὺς ἀληθῶς τιμῶντας τὸ δίκαιον, ὑποκρινόμενοι τιμᾶν τὸ δίκαιον. XVII Τί ἐστιν, «ἐὰν ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον κρίσεως, καὶ ἀνὰ μέσον ἁφῆς», καὶ τὰ ἑξῆς; Ἐὰν φησί, μὴ δυνηθῇς εὑρεῖν τἀληθὲς δικάζων, ἢ τὸ σῶμα τὸ λεπρὸν δοκιμάζων· τοῦτο γὰρ ἁφὴν καλεῖ· μηδὲ διαγνῷς εἴτε ἀλφός ἐστιν, εἴτε λέπρα· μήτε κρίνῃς, μήτε δικάσῃς ἐξ ὑποψίας, ἀλλ' εἰς τὸν θεῖον νεὼν ἄπιθι καὶ δίδαξον αὐτὰ τὸν ἱερέα, ἢ τὸν κατ' ἐκεῖνον τὸν καιρὸν τὴν δημαγωγίαν πεπιστευμένον, καὶ τὸ κελευόμενον πλήρωσον. εἰ δή τις τύφῳ χρώμενος τοῖς ὑπὸ τοῦ ἀρχιερέως, ἢ τοῦ κριτοῦ λεγομένοις ἀντείποι, θανάτῳ ζημιούσθω, καὶ γινέσθω τοῖς ἄλλοις ὠφελείας ἀρχέτυπον. XVIII Τί δήποτε κελεύει τὸν ἄρχοντα ἵππους μὴ πληθύνειν; Βούλεται αὐτοὺς τῷ Θεῷ μόνῳ θαρρεῖν. διά τοι τοῦτο καὶ Δαβὶδ ὁ μα-