Ancient Greek
Page 245
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 245
Not analysed yet
κάριος ἐβόα· «οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται». XIX Διὰ τί τὴν αἰχμάλωτον θρηνεῖν τοὺς οἰκείους κελεύει ῥητὸν ἡμερῶν ἀριθμὸν εἶθ' οὕτω συναφθῆναι τῷ ταύτην ἀνδραποδίσαντι; Οὐ βούλεται ἀναμιγῆναι θρῆνον εὐφροσύνῃ, οὐδὲ μειδιάματι δάκρυον. τούτου χάριν προσέταξε καιρὸν αὐτὴν τοῦ πένθους λαβεῖν τριάκοντα ἡμέρας, εἶθ' οὕτω τοῦ πένθους ἀπαλλαγεῖσαν, μεταλαχεῖν τῆς γαμικῆς ὁμιλίας. πρὸς δὲ τούτῳ καὶ τὴν ἐπιθυμίαν τὴν ἐκείνου κολάζει, κελεύων μὴ τῆς ἡδονῆς τὸ πάθος, ἀλλὰ τὸν λογισμὸν τῆς κοινωνίας ἡγήσασθαι. ἐὰν δὲ μετὰ τὴν κοινωνίαν παραιτήσαιτο τὸν γάμον, ἀπολυθῆναι προσέταξε, μισθὸν τῆς κοινωνίας τὴν ἐλευθερίαν λαβοῦσαν. XX Διὰ τί κοινὴν εἶναι βούλεται τὴν τῶν γονέων κατηγορίαν κατὰ παιδὸς γιγνομένην; Ἐπειδὴ μαρτυρεῖ τῇ τῆς κατηγορίας ἀληθείᾳ τῶν κατηγορούντων ἡ συμφωνία. συμβαίνει γὰρ πολλάκις, μάτην τοῦ πατρὸς κατηγοροῦντος, ἀντειπεῖν τὴν μητέρα, ἢ τῆς μητρὸς αἰτιωμένης, ἀντειπεῖν τὸν πατέρα. τὰ αὐτὰ μέντοι ἀμφοτέρων κατηγορούντων, δῆλον ἔσται τῆς κατηγορίας τὸ ἀληθές. οὗ δὴ χάριν ἀναιρεῖσθαι κελεύει τὸν οὕτω κατηγορούμενον. XXI Τί δήποτε τὸν νεοττοὺς ὀρνίθων εὑρηκότα, τούτους μὲν κελεύει λαβεῖν, τοὺς δὲ γεγεννηκότας ἀφεῖναι;