Ancient Greek
Page 248
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 248
Not analysed yet
τιον, μετὰ τρίτην κελεύει προσίεσθαι γενεάν· τὸν μὲν ὡς ἀδελφόν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον. λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν, διδάσκει τοίνυν ἡμᾶς ὁ νόμος μηδὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. XXVII Τί ἐστιν, «ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου»; Οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν· «ὅτι Κύριος, ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου», καὶ τὴν αἰτίαν διδάσκει· «ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου». διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. τοῦτο γὰρ ἐπάγει· «καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος». XXVIII Τί ἐστι τελεσφόρος καὶ τελισκόμενος καὶ τελισκομένη; Ὥσπερ ἡμεῖς πιστοὺς ὀνομάζομεν τοὺς τῶν θείων μυστηρίων μετέχοντας, οὕτως τετελεσμένους ἐκάλει τὰ ἔθνη τοὺς δαιμόνων τινῶν διδασκομένους μυστήρια. τελεσφόρον τοίνυν καλεῖ τὸν μυσταγωγοῦντα, τελισκόμενον δὲ τὸν μυσταγωγούμενον. XXIX Τίνα ἐστί, «τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ»;