Ancient Greek
Page 247
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 247
Not analysed yet
XXIV Διὰ τί τῷ μοιχῷ παραπλησίως κολάζεσθαι κελεύει τὸν φθείροντα τὴν ἄλλῳ μεμνηστευμένην; Ἐπειδὴ τὰ τῆς μνηστείας αὐτοὺς συνήρμοσεν σύμβολα· ὅθεν καὶ γυναῖκα αὐτὴν προσηγόρευσεν. «ἐταπείνωσε, γάρ φησι, τὴν γυναῖκα τοῦ πλησίον». οὕτω καὶ ἡ ἁγία παρθένος γυνὴ τοῦ Ἰωσὴφ ἐχρημάτισεν. «μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου». XXV Διὰ τί τὸν θλαδίαν καὶ τὸν ἐκτομίαν εἰσελθεῖν εἰς ἐκκλησίαν ἀπαγορεύει; Τὸ ἄγονον τῆς ψυχῆς διὰ τούτων αἰνίττεται. ἀλλοτρία γὰρ Θεοῦ ἡ τῶν ἀγαθῶν ἀκαρπία. ἄλλως δὲ οὐ μόνον ἐπὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ τῶν κτηνῶν ἀπαγορεύει τὰ τοιαῦτα ποιεῖν· εἰς γὰρ τὴν τοῦ γένους αὔξησιν τὰ γεννητικὰ δεδημιούργεται μόρια. ὥσπερ δὲ τὴν ἀκαρπίαν ἀπαγορεύει, οὕτως καὶ τὸν πονηρὸν ἐκβάλλει καρπόν. «οὐκ εἰσελεύσεται, γάρ φησιν, ἐκ πόρνης εἰς ἐκκλησίαν Κυρίου». XXVI Τί δήποτε τὴν πρὸς μωαβίτας καὶ ἀμμανίτας ἐπιμιξίαν κωλύει, οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ' ἕως εἰς τὸν αἰῶνα; Πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν· ἐκ παρανόμου γὰρ γεγέννηνται συνουσίας. ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν, ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. τὸν μέντοι ἰδουμαῖον καὶ τὸν αἰγύπ-