Ancient Greek
Page 254
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 254
Not analysed yet
Ἐπεσημήνατο τοῦτο καὶ ὁ προφήτης. πεπληρωκὼς γὰρ τὸν περὶ τῶν ἀρῶν καὶ τῶν εὐλογιῶν λόγον, ἐπήγαγεν· «οὗτοι οἱ λόγοι τῆς διαθήκης, ὅσα ἐνετείλατο Κύριος τῷ Μωϋσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ». ἐπειδὴ γὰρ ἔμελλεν αὐτοὺς εἰσάξειν εἰς ἣν ἐπηγγείλατο γῆν, ἀναγκαίως καὶ ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις προτρέπει, καὶ ταῖς τῶν τιμωριῶν ἀπειλαῖς καταπλήττει, καὶ πάντα κινεῖ πόρον εἰς τὴν τῶν ψυχῶν αὐτῶν ἰατρείαν. XXXVI Τί δήποτε πλείους τῶν εὐλογιῶν αἱ ἀραί; Τοὺς πονηροὺς οἰκέτας οὐ τοσοῦτον ὠφελοῦσιν αἱ τῆς ἐλευθερίας ἐπαγγελίαι, ὅσον τῶν μαστίγων αἱ ἀπειλαί. XXXVII Πῶς νοητέον τό, «οὐκ ἔδωκε Κύριος ὁ Θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης»; Ὡς τό, «παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν», καί, «παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας», καί, «ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραώ». ἀγαθῶν γὰρ αἴτιος ὁ Θεός, κακῶν δὲ ἀναίτιος. ἐπιδείκνυσι γὰρ τὸ πρακτέον, ἀποτρέπει δὲ τῶν ἐναντίων, οὐ βιάζεται δὲ τῶν ἀνθρώπων τὴν γνώμην, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρεῖ. ἐπειδὴ δὲ συγχωρεῖ γενέσθαι τἀναντία