Ancient Greek
Page 255
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 255
Not analysed yet
κωλῦσαι δυνάμενος, οὐκ ἀνέχεται δὲ κωλύειν, ἵνα μὴ βίᾳ καὶ ἀνάγκῃ γένηται τὸ πραττόμενον—τὸ γὰρ ἐθελούσιον τῆς ἀρετῆς ἀξιέπαινον—τὴν συγχώρησιν αἰτίαν ἐκάλεσε. τούτῳ ἔοικε τὸ ἐν τοῖς θείοις εἰρημένον εὐαγγελίοις· «τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν». καὶ μὴν πάντα πόρον κεκίνηκεν, ὥστε αὐτοὺς ἀπολαῦσαι τῆς σωτηρίας· θαυματουργῶν τὰ πεπηρωμένα μέλη θεραπεύων, ἐν ἐρήμῳ τρέφων, τοῖς στοιχείοις κελεύων, οὐ τοίνυν αὐτὸς τῆς ἐκείνων αἴτιος ἀπιστίας. τί δήποτε τοίνυν ὁ εὐαγγελιστὴς τὴν προφητικὴν τέθεικε μαρτυρίαν; ἵνα δείξῃ ὡς οὐδὲν τούτων ἠγνόησεν ὁ δεσπότης Θεός, ἀλλὰ πόρρωθεν αὐτὰ προηγόρευσεν. «ἀκοῇ, γάρ φησιν, ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε». οὕτω νοητέον καὶ τὸ ἐνταῦθα κείμενον· «οὐκ ἔδωκε Κύριος ὑμῖν καρδίαν εἰδέναι. καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν, ἕως τῆς ἡμέρας ταύτης». εἰ δὲ αὐτὸς οὐκ ἔδωκε τὸ βλέπειν καὶ τὸ ἀκούειν καὶ τὸ λογίζεσθαι, τί δήποτε καὶ ἐπαρᾶται καὶ τιμωρεῖται τοὺς οὐχ ἑκόντας παρανομήσαντας; ἀλλὰ περιττὸν οἶμαι περὶ τούτου μηκύνειν. δῆλον γὰρ καὶ τοῖς ἄγαν ἀνοήτοις, ὡς ὁ τοσαύτην διδασκαλίαν προσενεγκών, οὐκ ἀφαιρεῖται τὸ βλέπειν ἀλλὰ ποδηγεῖ καὶ φωτίζει καὶ τὴν εὐθεῖαν ὁδὸν ἐπιδείκνυσι. διδάσκει δὲ τοῦτο καὶ τὰ ἑξῆς· «οὐχ ὑμῖν, γάρ φησιν, μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην, ἀλλὰ καὶ τοῖς ὁδεύουσι μεθ' ὑμῶν σήμερον ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ τοῖς μὴ οὖσιν μεθ' ὑμῶν ὧδε σήμερον». ὁ δὲ καὶ τῶν μελλόντων ἔσεσθαι προμηθούμενος, πῶς ἂν τῶν