Ancient Greek
Page 256
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 256
Not analysed yet
παρόντων καὶ δεχομένων τὸν νόμον ἠμέλησε; τί δήποτε δὲ καὶ ἐνομοθέτει τοῖς συνιέναι μὴ δυναμένοις; ἰστέον δὲ καὶ τοῦτο, ὡς καὶ τοῖς ἀνθρωπίνοις πολλάκις οἱ προφῆται κέχρηνται λόγοις, ὡς μᾶλλον γνωριμωτέροις. εἰώθασι δέ τινες καὶ οἰκέταις ἐγκαλοῦντες καὶ μαθηταῖς λέγειν· ἐτύφλωσεν ὁ Θεὸς τὴν καρδίαν σου, ἐκώφωσεν τὰ ὦτά σου. τοιοῦτόν τι καὶ ἐνταῦθα ὁ προφήτης πεποίηκε καὶ διὰ τῶν συνήθων λόγων τῆς ἀνοίας αὐτῶν κατηγόρησε. XXXVIII Πῶς νοητέον, «ἐάν τις ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ, λέγων· ὅσιά μοι γένοιτο, ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι»; Τὸν κατὰ τῶν θείων θρασυνόμενον ἐντολῶν ὁ λόγος διέγραψε. πολλοὶ μὲν γὰρ διὰ ῥαθυμίαν τὸν θεῖον παραβαίνουσι νόμον. πολλοὶ δὲ δι' αὐθάδειαν καὶ τῦφον καταφρονοῦσι τῶν ἐντολῶν. τοῦτον ἐνταῦθα δεδήλωκεν, ὡς τὴν ἐναντίαν ὁδὸν προαιρούμενον καὶ τὴν πλανῶσαν τῆς εὐθείας προκρίνοντα. τούτῳ τὸν ἔσχατον ἠπείλησεν ὄλεθρον, ὥστε καὶ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν εὐσεβείας γενέσθαι παράδειγμα. διδάσκων δὲ αὐτοὺς ὡς οὐδὲν ἀγνοεῖ τῶν λάθρα γιγνομένων ἐπήγαγε· «τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ ὑμῶν, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν». ὥσπερ ὑμεῖς φησί, γιγνώσκετε τὰ προφανῶς γιγνόμενα, οὕτως ἐμοὶ δῆλα καὶ αὐτὰ τῶν λογισμῶν τὰ κινήματα. εἰσάγει δὲ καὶ τὸν περὶ μετανοίας λόγον. ἐάν, γάρ φησι, τὰς θείας παραβεβηκὼς ἐντολὰς ταῖς ἀραῖς περιπέσῃς καὶ δορυάλωτος γενόμενος τὸν τῆς δουλείας δέξῃ ζυγόν, εἶτα σώφρονι χρησάμενος λογισμῷ, τὰς τῆς δουλείας