Ancient Greek
Page 258
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 258
Not analysed yet
XXXIX Τί δήποτε μετὰ ἑπτὰ ἔτη προσέταξεν ὁ νομοθέτης ταύτην αὐτοῖς ἀναγνωσθῆναι τὴν βίβλον; Οὐκ ἦγον σχολὴν πολεμοῦντες καὶ τὰς πόλεις πολιορκοῦντες· καὶ μέντοι καὶ μετὰ τὴν νίκην, κατὰ φυλὰς τὴν γῆν μεριζόμενοι καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ καθ' ἕνα. εἶτα οἰκοδομοῦντες καὶ γεωργοῦντες καὶ τἄλλα ποιοῦντες, ὅσα πράττειν ἀνάγκη τοὺς ξένης γῆς τὴν δεσποτείαν παρειληφότας. τούτου χάριν τῷ ἑβδόμῳ ἔτει μετὰ τὴν τούτων ἀπαλλαγήν, γενέσθαι προσέταξε τὴν ἀνάγνωσιν. XL Διὰ τί τὸν οὐρανὸν καὶ τὴν γῆν διαμαρτύρασθαι προσέταξεν; Οὐκ ἐπειδὴ ἔμψυχα ταῦτα καὶ λογικά, ἀλλ' ὅτι πάντων ἐστὶ τῶν κτισμάτων περιεκτικά. τοῦτο καὶ Ἠσαΐας ὁ προφήτης πεποίηκεν· «ἄκουε, γάρ φησιν, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε». τοῦτο καὶ ὁ θεῖος Ἱερεμίας· «ἐξέστη, γάρ φησιν, ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπιπλεῖον ἡ γῆ, λέγει Κύριος». ἐπειδὴ γὰρ εἰς μαρτυρίαν αὐτὰ τῆς ἀπειλῆς ὁ νομοθέτης ἐκάλεσεν, εἰκότως μετὰ τὴν τῶν νόμων παράβασιν καὶ φρίξαι λέγεται, καὶ ἐκστῆναι. οὕτω καὶ ὁ Ἰακὼβ καὶ ὁ Λάβαν τὸν βουνὸν ὠνόμασαν «βουνὸν τῆς μαρτυρίας»· καὶ Ἀβραὰμ ὁ πατριάρχης, καὶ Ἀβιμέλεχ τῶν γεράρων ὁ βασιλεύς, «φρέαρ τοῦ ὅρκου», ὡς ἐκεῖ μεθ' ὅρκου ποιησάμενοι τὰς συνθήκας. XLI Πῶς νοητέον τό, «ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ' οὐκ