Ancient Greek
Page 259
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 259
Not analysed yet
ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς»; Οὐκ ἔθνος ἓν οἱ τῷ σωτῆρι Χριστῷ πεπιστευκότες, ἀλλὰ μυρία. καὶ ταῦτα δέ ποτε ἀσύνετα ἦν καὶ ἀνόητα, ᾗ φησιν ὁ μακάριος Παῦλος· «ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις», καὶ τὰ ἑξῆς. ὥσπερ τοίνυν, φησίν, ὑμεῖς τὸν ἕνα καταλιπόντες Θεόν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν σωτηρίαν. ἀλλ' οἱ μὲν τοὺς οὐκ ὄντας τετιμηκότες θεοὺς οὐκ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύνετα ἔθνη θείας ἐμπλήσω σοφίας· ὑμεῖς δὲ ὁρῶντες τῷ φθόνῳ τακήσεσθε. XLII Πῶς νοητέον τό, «εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ»; Καὶ ἐξ ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν τῷ δεσπότῃ Χριστῷ, καὶ τὸ πλεῖστον τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· ἀλλὰ τοῖς ἔθνεσι τὴν διδασκαλίαν οἱ ἐξ ἰουδαίων πεπιστευκότες προσήνεγκαν. ἐξ ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι. ταῦτα τοίνυν προθεσπίζων ὁ προφήτης ἔφη· «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ», τουτέστι τῶν ἐξ ἰουδαίων πεπιστευκότων· «καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι Θεοῦ», τοὺς εἰς αὐτὸν πεπιστευκότας. καὶ γὰρ τοῦ σωτῆρος ἡμῶν γεννηθέντος, χορὸς ἀγγέλων ὑμνεῖ τὴν θείαν φιλανθρωπίαν, βοῶν· «δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία». καὶ τὰς ἀσπάρτους δὲ καὶ ἀλοχεύτους ἐκείνας ὠδῖνας Γαβριὴλ προείρηκεν ὁ ἀρχάγγελος. κἀν τῷ πρὸς τὸν διάβολον ἀγῶνι παρῆσαν τῶν ἀγγέλων οἱ δῆμοι. «προσελθόντες, γάρ φησιν, ἄγγελοι διηκόνουν αὐ-