Ancient Greek
Page 26
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 26
Not analysed yet
οἰκείαν ἐρανίζεται χρείαν· ἀλλὰ καὶ οὕτω δημιουργῶν ὁ ἄνθρωπος, μιμεῖται ἁμῆ γέ πῃ τὸν ποιητήν, ὡς εἰκὼν τὸ ἀρχέτυπον· καὶ γὰρ ἡ εἰκὼν ἔχει τὰ τοῦ ἀρχετύπου ἰνδάλματα. ἀλλὰ τὸ μὲν τῶν μορίων εἶδος ἔχει, τὰς δὲ ἐνεργείας οὐκ ἔχει· ἐστέρηται γὰρ ψυχῆς, δι' ἧς κινεῖται τὸ σῶμα. οὕτω πάλιν καὶ βασιλεύει ὁ ἄνθρωπος καὶ κρίνει κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ· ἀλλ' ὁ μὲν Θεὸς οὐ κατηγόρων, οὐ μαρτύρων δεῖται δικάζων· οὕτω γὰρ καὶ τὸν Κάϊν κατέκρινεν, ὡς αὐτόπτης τοῦ μύσους γεγενημένος· ὁ δὲ ἄνθρωπος κρίνων καὶ μαρτύρων δεῖται καὶ κατηγόρων· ἀγνοεῖ γὰρ τὰ γεγενημένα. οὕτω καὶ Θεὸς ὁ ἄνθρωπος ὠνομάσθη, ἐπειδὴ εἰκὼν προσηγορεύθη Θεοῦ· «ἀνήρ, γάρ φησιν, οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων»· ἀλλὰ πάλιν ὁ μὲν τῶν ὅλων Θεὸς φύσιν ἔχει θείαν, οὐ προσηγορίαν ψιλήν· ὁ δὲ ἄνθρωπος, ὡς εἰκών, τοὔνομα ἔχει μόνον, ἐστερημένος τοῦ πράγματος. οὕτω τὸ ἀπερίγραφον ἀληθῶς μὲν καὶ κυρίως ἐστὶ τοῦ τῶν ὅλων Θεοῦ· μιμεῖται δὲ οὕτω πως αὐτὸ καὶ ὁ νοῦς ὁ ἀνθρώπινος· ἐν ἀκαρεῖ γὰρ περινοστεῖ καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια καὶ τὰ βόρεια καὶ τὰ νότια, καὶ τὰ ἐπουράνια καὶ τὰ ὑποχθόνια· ἀλλ' οὐ τῇ οὐσίᾳ, μόνῃ δὲ τῇ τοῦ λογισμοῦ φαντασίᾳ. ὁ δέ γε Θεὸς καὶ τῇ οὐσίᾳ καὶ τῇ σοφίᾳ καὶ τῇ δυνάμει τὸ ἀπερίγραφον ἔχει· εὕροι δ' ἄν τις καὶ ἑτέραν μίμησιν ἀκριβεστέραν ἐν τῇ τοῦ ἀνθρώπου πάλιν ψυχῇ· ἔχει γὰρ αὐτὴ καὶ τὸ λογικὸν καὶ τὸ ζωτικὸν ἐν ἑαυτῇ· καὶ γεννᾷ μὲν ὁ νοῦς τὸν λόγον, συμπρόεισι δὲ τῷ λόγῳ πνεῦμα, οὐ γεννώμενον καθάπερ ὁ λόγος, συμπαρομαρτοῦν δὲ ἀεὶ τῷ λόγῳ, καὶ συμπροϊὸν γεννωμένῳ. ἀλλὰ ταῦτα ὡς εἰκόνι