Ancient Greek
Page 27
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 27
Not analysed yet
πρόσεστι τῷ ἀνθρώπῳ, οὗ δὴ χάριν καὶ ἀνυπόστατος ὁ λόγος ἐστὶ καὶ τὸ πνεῦμα. ἐπὶ δὲ τῆς ἁγίας τριάδος τρεῖς νοοῦμεν τὰς ὑποστάσεις, καὶ ἀσυγχύτως ἡνωμένας καὶ καθ' ἑαυτὰς ὑφεστώσας. γεγέννηται μὲν γὰρ πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς ὁ Θεὸς λόγος· ἀχώριστος δέ ἐστι τοῦ γεννήσαντος καὶ ἐκπορεύεται ἐκ τοῦ Θεοῦ καὶ πατρὸς τὸ πανάγιον πνεῦμα· νοεῖται δὲ καὶ ἐν ἰδίᾳ ὑποστάσει· «πάντα, γάρ φησι, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· ἀλλὰ περὶ τούτου μηκύνειν τὸν λόγον οὐ δεῖ· μυρίας γὰρ ἔστιν εὑρεῖν ἀποδείξεις τούτου παρὰ τῇ θείᾳ γραφῇ. XXI Τί δή ποτε διαφερόντως τὴν ἑβδόμην ἡμέραν εὐλόγησεν ὁ Θεός; Ἑκάστη τῶν ἄλλων ἡμερῶν ἰδίαν τινὰ δημιουργίαν ἐδέξατο· ἐπειδὴ τοίνυν μέχρι ταύτης σύμπασαν τὴν κτίσιν ἐδημιούργησε, δέδωκεν ἀντὶ δημιουργίας τῇ ἑβδόμη ἡμέρᾳ τὴν εὐλογίαν, ἵνα μὴ μόνη παρὰ τὰς ἄλλας ἀγέραστος διαμείνῃ. τὸ μέντοι «ἡγίασεν αὐτήν», ἀντὶ τοῦ «ἀφώρισεν» τέθεικε· πολλαχοῦ γὰρ οὕτω τοῦτο νοούμενον ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ γραφῇ· καὶ γὰρ περὶ τῶν μήδων φησίν, «ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς», τουτέστιν, εἰς τοῦτο ἀφωρισμένοι. ἄλλως τε καὶ ἰουδαίοις ταῦτα συγγράφων, ἀναγκαίως τὸ «ἡγίασεν αὐτὴν» τέθεικεν, ἵνα πλεῖον σέβας ἀπονείμωσι τῷ σαββάτῳ· τοῦτο γὰρ καὶ νομοθετῶν ἔφη, ὅτι «ἐν ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν· τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ἀπὸ πάντων