Ancient Greek
Page 260
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 260
Not analysed yet
τῷ». καὶ τῷ πάθει παρῆσαν, καὶ μετὰ τὴν ἀνάστασιν τῷ τάφῳ προσήδρευον καὶ ταῖς γυναιξὶν ἔλεγον· «τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν»; καὶ μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον τοῖς ἱεροῖς ἔφασαν ἀποστόλοις· «τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». καὶ τῷ Κορνηλίῳ ἄγγελος τὰ κατὰ τὸν μέγαν Πέτρον ἐμήνυσε. καὶ ὁ θεῖος ἀπόστολος ἐν τῷ πλοίῳ τοῖς συμπλέουσιν ἔφη· «ὤφθη μοι ἄγγελος τοῦ Θεοῦ οὗ εἰμι». καὶ πολλὰ δὲ τοιαῦτα εὕροι τις ἂν ἐθελήσας. ταῦτα μέντοι περὶ τῶν πεπιστευκότων εἰπὼν ὁ προφήτης, προλέγει καὶ τῶν ἀπίστων τὰς τιμωρίας, καὶ δήλας τούτων τὰς αἰτίας ποιεῖ. ἔφη γὰρ οὕτως· «ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς αὐτοῦ καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει· καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ». υἱοὺς δὲ τοῦ Θεοῦ κέκληκε τοὺς ἁγίους, οὓς ἀνεῖλον οἱ μιαιφόνοι. ἵνα γὰρ τῶν προφητῶν τὰς σφαγὰς καταλίπω καὶ τοῦ δεσπότου τὸ σωτήριον πάθος, τὸν μὲν καλλίνικον κατέλευσαν Στέφανον, ξύλῳ δὲ τὸν μέγαν ἀνεῖλον Ἰάκωβον· εἰς θεραπείαν δὲ αὐτῶν καὶ τὸν ἕτερον Ἰάκωβον Ἡρώδης ἀπετυμπάνισε καὶ πολλὰς δὲ ἄλλας μιαιφονίας ἐτόλμησαν· καὶ τῶν τῷ Κυρίῳ πεπιστευκότων τὰς οἰκίας ἐξεπόρθησαν. καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ· «καὶ τὴν ἁρπαγήν, φησίν, τῶν ὑπαρχόντων ὑμῶν μεθ' ἡδονῆς προσεδέξασθε». καὶ θεσσαλονικεῦσι, δὲ ἐπιστέλλων οὕτως ἔφη· «μιμηταὶ γὰρ ἐγένεσθε τῶν ἁγίων