Ancient Greek
Page 267
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 267
Not analysed yet
XLVI Τί δήποτε τὸν Συμεὼν οὐκ εὐλόγησεν; Ὁ Ῥουβὴν ἔσχε τὴν φιλαδελφίαν ἀφορμὴν εὐλογίας. διὰ γὰρ ἐκείνης τῆς ἀρᾶς ἀπηλλάγη· καὶ ὁ Λευῒ διὰ Μωϋσῆν τὸν μέγαν τῆς εὐλογίας τετύχηκεν· ἡ γὰρ τοῖς ἄλλοις λύουσα τὰς ἀρὰς πολλῷ μᾶλλον ἔλυσε τὴν οἰκείαν. ὁ δὲ Συμεὼν οὐδεμίαν ἔσχε πρόφασιν ὥστε τῆς εὐλογίας τυχεῖν. οἶμαι δὲ αὐτὸν καὶ ἀρχηγὸν τῆς κατὰ τοῦ Ἰωσὴφ ἐπιβουλῆς γεγενῆσθαι καὶ τούτου τεκμήριον, τὸ τὸν ἀξιάγαστον ἄνδρα ἐκεῖνον τοὺς μὲν ἄλλους ἅπαντας ἀπολῦσαι, τοῦτον δὲ μόνον καὶ συλληφθῆναι καὶ δεθῆναι καὶ καθειρχθῆναι κελεῦσαι. μετέσχε δὲ ὅμως καὶ οὗτος τῆς εὐλογίας· οὐ γὰρ μόνον ἰδίαν ἑκάστῃ φυλῇ δέδωκεν εὐλογίαν ἀλλὰ καὶ κοινὴν παντὶ τῷ λαῷ. «κατασκηνώσει, γάρ φησιν, Ἰσραὴλ πεποιθὼς μόνος ἐπὶ γῆς Ἰακώβ, ἐπὶ γῆς σίτου καὶ οἴνου, καὶ ὁ οὐρανός σοι συννεφὴς δρόσῳ. πολλὰ δὲ καὶ ἄλλα τῇ κοινῇ εὐλογίᾳ προστέθεικε». μετὰ μέντοι τὰς εὐλογίας, ἔδειξεν ὁ δεσπότης Θεὸς τῷ προφήτῃ τὴν γῆν ἅπασαν· εἰσελθεῖν δὲ αὐτὸν ἐκεῖ διεκώλυσεν. προτυποῖ δὲ τοῦτο τὸ παρὰ τοῦ σωτῆρος ἡμῶν εἰρημένον· «πολλοὶ προφῆται καὶ βασιλεῖς καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν».